1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

22

βασιλεύσοντα. ἡ δὲ τοιαύτη, ὡς λόγος, ἐστίν. ἐν κόνει τὰ κδʹ γράφονται γράμματα, καὶ τούτων ἑκάστῳ σίτου κόκκος ἢ κριθῆς ἐπιτίθεται. εἶτ' ἀλέκτωρ ἀφίεται, ἐπᾳδομένων ἐπὶ τούτοις τινῶν ἐπῳδῶν, καὶ κατασκοπεῖται ἐκ τίνων στοιχείων λαμβάνει κόκκους. καὶ ταῦτα συντιθέμενα δήλωσιν ποιεῖσθαι τοῦ ζητουμένου δοξάζεται. τοῦτο τοίνυν κἀκεῖνοι τότε ποιήσαντες εἶδον λαβόντα τὸν ἀλέκτορα τὸν ἐν τῷ ˉθ κόκκον καὶ τὸν ἐν τῷ ˉε, τὸν ἐν τῷ ˉο καὶ τὸν ἐν τῷ ˉδ. ἔδοξεν οὖν ἀμφίβολον τὸ δηλούμενον· ἢ γὰρ Θεόδωρον ἐδόκει δηλοῦν ἢ Θεοδόσιον ἢ Θεόδοτον. τοῦτο μαθὼν ὁ Οὐάλης πολλοὺς τῶν τοιούτοις κεκλημένων ὀνόμασιν ὑποπτεύσας ἀπώλεσεν. ἐζήτει δὲ καὶ αὐτοὺς τοὺς τὴν μαντείαν ποιήσαντας. ὅθεν τὴν ἐκείνου δείσας ὠμότητα ὁ Ἰάμβλιχος φάρμακον δηλη82 τήριον πεπωκώς, ὥς τινες ἱστορήκασιν, ἑαυτὸν τοῦ ζῆν ὑπεξήγαγεν. ἦν γὰρ δυσπαραίτητος τὰς ὀργὰς ὁ Οὐάλης· ὅθεν καὶ ἔλεγεν ὡς "ὁ ταχὺ μεταθέμενος τῆς ὀργῆς καὶ τοῦ δικαίου ἂν μετάθοιτο τάχιστα." οὗτος ἔτη βεβασίλευκε δέκα ἐπὶ τρισὶ καὶ μῆνας τέσσαρας καὶ ἀξίως τῆς οἰκείας δυσσεβείας διέφθαρτο. Γρατιανὸς δὲ ὁ υἱὸς Οὐαλεντινιανοῦ καὶ Οὐαλεντινιανὸς ὁ νέος ὁ τούτου ἀδελφὸς τῆς Ῥωμαϊκῆς ἀρχῆς γεγόνασιν ἐγκρατεῖς· μόνος μὲν γὰρ ὁ Γρατιανὸς παρὰ τοῦ πατρὸς ἀνερρήθη, ὥσπερ ἤδη ἱστόρηται. ὅτε δὲ ὁ Οὐαλεντινιανὸς ἐτελεύτησεν, οὐ παρῆν οὗτος ἐπὶ τῷ θανάτῳ τῷ τοῦ πατρός. ἡ γοῦν στρατιὰ τηνικαῦτα τὸν νέον Οὐαλεντινιανὸν βασιλέα ἀνεῖπε τετραετῆ τότε τυγχάνοντα. ἐπανελθὼν δ' ἐκ τῆς ἀποδημίας Γρατιανὸς τοὺς μὲν στρατιώτας ἐκάκισε καί τινας αὐτῶν καὶ ἐκάκωσε, κολάσας τοὺς τῆς τοῦ ἀδελφοῦ πρωτουργοὺς ἀναρρήσεως, ὡς ἄτερ γνώμης αὐτοῦ βασιλέως ὄντος ἄλλον ἀναγορεύσαντας. τὸν δὲ ἀδελφὸν αὐτὸν συνάρχειν οὐ παρῃτήσατο, ἀλλὰ κοινωνὸν τῆς βασιλείας προσείλετο. οὗτος ὁ βασιλεὺς τὸν πατέρα ἐζή83 λωσεν εἰς εὐσέβειαν. ὅθεν καὶ τῷ θείῳ Οὐάλεντι συμμαχίαν αἰτήσαντί ποτε κατὰ τῶν Σκυθῶν ἐξ αὐτοῦ οὐ παρέσχετο, γράψας αὐτῷ ὡς "οὐ δεῖ τῷ ἐχθρῷ τοῦ θεοῦ συμμαχεῖν." τοῖς δ' ἐξελαθεῖσι ποιμέσι τῶν οἰκείων ἐκκλησιῶν διὰ δόγματος ἐφῆκε τὴν εἰς αὐτὰς ὑπονόστησιν. Τῶν δὲ Σκυθῶν μετὰ τὴν Οὐάλεντος ἧτταν ἐξογκωθέντων τὸ φρόνημα καὶ τήν τε Θρᾴκην ληιζομένων καὶ τὰ περὶ αὐτὴν καὶ ἀκαθέκτων ὄντων τὸν ἐξ Ἰσπανίας μετεκαλέσατο Θεοδόσιον (ἡ δ' Ἰσπανία τῆς Εὐρωπαίας Ἰβηρίας ἐστὶ πόλις ἡ διαφορωτάτη τῶν ἐν αὐτῇ), ἄνδρα γενναιότατόν τε καὶ εὐσεβέστατον. τοῦτον οὖν προχειρισάμενος στρατηγὸν μετὰ στρατιᾶς κατὰ βαρβάρων ἐκπέπομφεν· ὃς συμβαλὼν αὐτοῖς καὶ νικήσας τρόπαιον ἤρατο, πλήθους μὲν Σκυθικοῦ κατασφαγέντος ἐν τῷ πολέμῳ πολλοῦ, τῶν δὲ λοιπῶν εἰς φυγὴν τραπέντων, καὶ τῶν μὲν ἀπολλυμένων ἐν τῷ καταλαμβάνεσθαι, τῶν δ' ὑπ' ἀλλήλων διαφθαρέντων ἐν τῇ φυγῇ. πάντων τοίνυν σχεδὸν τῶν βαρβάρων ἐκείνων ἀπολωλότων τὴν στρατιὰν ἐκεῖ καταλείψας ὁ Θεοδόσιος, αὐτὸς πρὸς τὸν Γρατιανὸν τῆς νίκης ἧκεν αὐτάγ84 γελος ἐν Παιονίᾳ τότε διάγοντα. ἀπαγγείλας δὲ τὴν νίκην τῷ βασιλεῖ καὶ τὸν τῶν βαρβάρων εὐαγγελισάμενος ὄλεθρον ἠπιστεῖτο διά τε τὸ τοῦ ἔργου ταχὺ καὶ τὸ δυσμαχώτατον τῶν Σκυθῶν. ἐπεὶ δ' ἔγνω τὸ ἀληθὲς καὶ τὴν τῶν βαρβάρων φθορὰν ὁ αὐτοκράτωρ πεπληροφόρητο, καὶ ἐθαύμασε τὸν ἄνδρα τῆς τε ταχυτῆτος καὶ τοῦ ἀριστεύματος ἕνεκα καὶ ἐπῄνεσεν. ἤδη δὲ καὶ τῆς Οὐάλεντος μοίρας προσκτηθείσης αὐτῷ μετὰ τὴν ἐκείνου φθορὰν ἀπιδὼν πρὸς τὸ ἄπειρον σχεδὸν τῆς ἀρχῆς καὶ συνιδὼν ὡς οὐχ οἷός τ' ἂν εἴη αὐτὸς μόνος τὴν τοσαύτην ἰθύνειν ἀρχήν, βασιλέα τῆς νέας Ῥώμης ἀναγορεύει τὸν Θεοδόσιον, ἅμα μὲν τῆς ἀριστείας αὐτὸν ἀμειβόμενος, ἅμα δὲ καὶ μηδένα κρίνας ἕτερον εἰς κοινωνίαν τῆς ἀρχῆς τούτου κρείττω ἐσόμενον. τὴν γοῦν ἑῴαν ἅπασαν καὶ τὴν Θρᾴκην αὐτῷ ἀναθέμενος ἐκεῖνος ἑαυτῷ ἀπεκλήρωσε τὰ ἑσπέρια. καὶ ἐπὶ τὰς Γαλλίας γενόμενος ἀνῃρέθη δόλῳ ὑπὸ Ἀνδραγαθίου τοῦ στρατηγοῦ, βασιλεύσας μετὰ τὴν τοῦ πατρὸς αὐτοῦ τελευτὴν ἐπὶ ἐνιαυτοὺς ἕξ. Τοῦ δὲ Γρατιανοῦ τελευτήσαντος κατελείφθη βασιλεὺς αὐτο85 κράτωρ τῶν ἑσπερίων ὁ