1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

14

ἐπαρθεὶς καὶ ὑπερφρονήσας, ὡς δ' ἔνιοι συνεγράψαντο, ὅτι καὶ δεδιὼς τὸν Κωνστάντιον βασκαίνοντά οἱ διὰ τὰ εὐτυχήματα, μὴ κατὰ τὸν ἀδελφὸν Γάλλον καὶ αὐτὸν ὑπεξαγάγῃ τοῦ ζῆν, εἰς ἀποστασίαν ἀπεῖδε 51 καί τινας τῶν ὑπ' αὐτὸν ταξιαρχῶν ὑπελθὼν δι' ἐκείνων τὸ στρατιωτικὸν παρεκίνησε, καὶ συστὰν ἀνεῖπεν αὐτὸν Αὔγουστον. εἶτα ξιφήρεις ἐπιστάντες αὐτῷ, ὡς δῆθεν μὴ προσιεμένῳ τὴν τῆς βασιλείας ἀνάρρησιν, ἠπείλουν διαχειρίσασθαι αὐτόν, εἰ μὴ πείθοιτο. οὕτω δὲ τάχα καὶ ἄκων τῇ τοῦ στρατιωτικοῦ πλήθους ὑπείξας ὁρμῇ, προσήκατο τὴν ἀρχήν. ζητουμένου δὲ διαδήματος, ἵν' αὐτίκα τούτῳ ταινιωθείη, ἐκεῖνος μὲν μὴ ἔχειν ἐξώμνυτο· τινῶν δὲ κόσμον αἰτούντων γυναικεῖόν τινα, ἵν' ἐκ τούτου σχεδιασθείη διάδημα, παρῃτήσατο τοῦτο ὁ Ἰουλιανὸς ὡς ἀπαίσιον οἰωνόν. ἐπεὶ δέ τις τῶν ταξιάρχων χρύσεον ἐφόρει στρεπτόν, λίθους ἔχοντα χρυσοδέτους, τοῦτον λαβόντες τῇ ἐκείνου προσήρμοσαν κεφαλῇ. ὁ δὲ Πεντάδιον τὸν μάγιστρον τῶν βασιλικῶν τάξεων σὺν ἑτέροις ἀπέστειλε πρὸς Κωνστάντιον, ἐπιστείλας αὐτῷ καὶ ἀπολογούμενος, ὡς οὐχ ἑκὼν προήχθη πρὸς τὴν τῆς βασιλείας ἀνάρρησιν, βιασθεὶς δ' ὑπὸ στρατιωτῶν μὴ βουλομένων στρατεύεσθαι ὑπὸ Καίσαρι, ἀλλ' ὑπὸ βα52 σιλεῖ καὶ ἵν' ἔχοιεν ἐξ αὐτοῦ ἀξίας τῶν πόνων τὰς ἀμοιβὰς ἀπαιτεῖν, καὶ ἀξιῶν δέξασθαι τὴν τῆς ἀρχῆς κοινωνίαν εἰς ὠφέλειαν ἐσομένην τῇ πολιτείᾳ, ἐπαγγελλόμενός τε καὶ τοὺς ἁμιλλητηρίους ἵππους ἐξ Ἰσπανίας, ὡς ἔθος, καὶ τοὺς ἐπιλέκτους ἄνδρας ἐκ τῶν Γαλλιῶν στέλλειν αὐτῷ. ταῦτ' ἐπιστείλας οὐ βασιλέα ἑαυτὸν ἐν τῇ ἐπιγραφῇ προσεγράψατο, ἀλλὰ Καίσαρα, ἵνα μὴ τῇ ἐπιγραφῇ προσοχθίσας ὁ Κωνστάντιος τὴν ἐπιστολὴν ἀποπέμψηται. ταύτης τῷ βασιλεῖ Κωνσταντίῳ κομισθείσης κατὰ τὴν ἐν Καππαδοκίᾳ Καισάρειαν διατρίβοντι, ἐκεῖνος οὐδὲν ὑπ' ὀργῆς ἀπεκρίνατο. ἀλλὰ τὴν μὲν στρατείαν κατὰ Περσῶν τοῖς στρατιώταις ἐκήρυξε, πρὸς δὲ τὸν Ἰουλιανὸν Λεωνᾶν τὸν κοιαίστωρα ἔστειλεν, ἐπιστείλας αὐτῷ καὶ αἰτιώμενος ὅτι μὴ ἀνέμεινε τὴν γνώμην αὐτοῦ, καὶ εἰς ὕβριν ἐκείνου μᾶλλον ἀνάγων ἢ ἑαυτοῦ τὸ μὴ κρίσει τοῦ τὴν ἐξουσίαν ἔχοντος, ἀλλ' ἀτάκτῳ θορύβῳ στρατιωτῶν δέξασθαι αὐτὸν τὴν τοῦ Αὐγούστου κλῆσιν, καὶ συμβουλεύων ἀποσχέσθαι τοῦ μὴ 53 προσηκόντως γενομένου καὶ εἰς τὸ πρότερον ἐπανελθεῖν σχῆμα, ὃ παρ' αὐτοῦ εἴληφε. τῷ μέντοι κοιαίστωρι ἐπέτρεψε καὶ τοὺς τὰς ἀρχὰς ἐκεῖσε ἀνύοντας παραλῦσαι τῆς ἐξουσίας καὶ αὐτὸν τὸν πραιτωρίων ἔπαρχον ἑτέρους τε εἰς ταύτας ἐγκαταστῆσαι, οὓς ἐκεῖνος εἰς ἑκάστην ὠνόμασεν. ἀπελθὼν οὖν ὁ κοιαίστωρ πρὸς τὸν Ἰουλιανὸν τοὺς λόγους αὐτῷ τοῦ Κωνσταντίου ἀπήγγειλεν. οἱ δ' ἦσαν ὅτι "ἔδει σε μεμνῆσθαι ὅσων ὀφειλέτης μοι εἶ, οὐ μόνον ὅτι σε Καίσαρα ἀνηγόρευσα, ἀλλ' ὅτι καὶ ὀρφανὸν ἐν παιδικῇ γενόμενον ἡλικίᾳ ἀνεθρεψάμην, αὐτὸς προσλαβόμενος." ὁ δ' ὑπολαβὼν τῷ κοιαίστωρι ἔφη "τίς δέ μοι, ὦ βέλτιστε, ἐν τοιαύτῃ ἡλικίᾳ τὴν ὀρφανίαν ἐπήνεγκεν; ἢ οὐχὶ ὁ τῶν ἐμῶν γονέων φονεύς; εἶτα οὐκ οἶδε τούτων ἀναμιμνήσκων με ἀναξαίνων τὸ τραῦμα καὶ χαλεπώτερον ἐργαζόμενος;" ἐπελθὼν δὲ καὶ τὸ πρὸς αὐτὸν ἐπιστόλιον ὁ Ἰουλιανὸς πρὸς τὴν συμβουλὴν τοῦ ἀποθέσθαι τὸ βασίλειον σχῆμα καὶ αὖθις ἑλέσθαι τὸ Καίσαρος, ἔφη πρὸς τὸν κοιαίστωρα ὅτι "ποιήσω τοῦτο, ἀλλὰ γνώμῃ τῶν στρατευμάτων." ὁ δέ γε κοιαίστωρ φοβηθείς, ὡς, εἰ τοῖς στρατιώταις τοῦτο ἐκφήνειεν ὁ Ἰουλιανός, παρὼν 54 αὐτὸς διασπασθήσεται παρ' αὐτῶν, ἐδεῖτο μή τι τούτων τῷ στρατιωτικῷ κοινώσασθαι ὄχλῳ. ἀπογνοὺς μέντοι δυνήσεσθαί τι τῶν αὐτῷ προστεταγμένων ἀνύσαι, ὑπέστρεψε μετὰ γραμμάτων τοῦ τυραννήσαντος, ἀναιδῶς ὀνειδιζόντων τὸν αὐτοκράτορα καὶ ἐπιπληττόντων ὡς πλεῖστα ἐξαμαρτόντα κατὰ τοῦ γένους αὐτοῦ καὶ ἀπειλούντων αὐτὸν γενήσεσθαι τιμωρὸν τῶν ἀδίκως παθόντων. Καὶ ὁ μὲν ἀπῄει πρὸς τὸν Κωνστάντιον· ὁ τύραννος δὲ πολλοὺς εἰδὼς ἐν τοῖς αὐτῷ συνοῦσι τὰ Κωνσταντίου φρονοῦντας πάντας ἐκεῖθεν ἐξήλασεν, αὐτὸς δὲ πρὸς ἐμφύλιον ἡτοιμάζετο πόλεμον. ἐν τούτοις καὶ ἡ αὐτοῦ γυνὴ τελευτᾷ, ὡς μέν τινές φασι, τίκτουσα παρ' αὐτῷ, ὡς δ' ἕτεροι, ἤδη ἐκβεβλημένη.