1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

142

τὸν τῆς δουλείας ζυγὸν ἀπεσείσαντο καὶ τοὺς δεσμοὺς διέρρηξαν τῆς τῶν Ῥωμαίων ἀρχῆς, ἐξεστράτευσεν ὁ βασιλεὺς κατ' αὐτῶν· καὶ οὓς μὲν ἀπραγμόνως ὑποκύψαντας αὖθις, οὓς δὲ σιδήρῳ καὶ ἀνάγκῃ πολλῇ τῷ ζυγῷ τῆς τῶν Ῥωμαίων ἀρχῆς ὑπηγάγετο. ἀναζευγνὺς δ' ἐκεῖθεν 537 καὶ γενόμενος κατὰ τὴν Ἀνάβαρζαν καὶ τὸ Ποδανδόν, ὁρῶν τε κἀνταῦθα καὶ ἐν ἄλλαις χώραις πολλαῖς χωρία πολυάνθρωπά τε καὶ πάμφορα, ἠρώτα οὗ εἶεν. καὶ μανθάνων ὅτι τοῦ παρακοιμωμένου εἰσὶ Βασιλείου, τὰ μὲν παρὰ τοῦ βασιλέως Νικηφόρου τοῦ Φωκᾶ, τὰ δὲ παρ' αὐτοῦ δομεστίκου τυγχάνοντος τῶν σχολῶν, τὰ δὲ παρ' ἑτέρων προσκτηθέντα τῇ βασιλείᾳ καὶ δωρηθέντα αὐτῷ, ἤλγησέ τε καὶ δεινὸν εἶπεν εἰ τῶν δημοσίων κτημάτων καὶ ἐφ' οἷς πολλοὶ ἔπεσον ἀγαθοὶ ἄνδρες, πολλοὶ δὲ ἐκακουχήθησαν, εἷς ἐκτομίας καταπολαύει. ταῦτα παρά του τῷ παρακοιμωμένῳ καταγγελθέντα πρὸς ἐπιβουλὴν τοῦ βασιλέως αὐτὸν ἀνηρέθισαν· καί τι δηλητήριον κερασάμενος φάρμακον, οὐ δραστήριον οὐδ' ὠκύμορον, ἀβληχρὸν δὲ καὶ χρόνῳ τὸν πεπωκότα κατεργαζόμενον, καὶ ὑπελθὼν δώροις τὸν οἰνοχοεύειν εἰωθότα τῷ βασιλεῖ, ἐγχεῖ τοῦτο τοῦ κρατοῦντος τῇ κύλικι, ὃ ποθὲν κατὰ βραχὺ τὴν τοῦ πιόντος ἐσίνετο δύναμιν καὶ διέφθειρε τὴν ἕξιν τοῦ σώματος, ἕως συνήλασε καὶ εἰς τὸν μόρον τὸν αὐτοκράτορα. οὕτως οὖν τῶν τῇδε μεταστὰς ὁ Τζιμισκὴς Ἰωάννης καταλείπει τὴν βασιλείαν τοῖς κληρονόμοις αὐ538 τῆς τῷ Βασιλείῳ δηλαδὴ καὶ τῷ Κωνσταντίνῳ τοῖς υἱέσι τοῦ Ῥωμανοῦ, βασιλεύσας ἓξ πρὸς τὸ ἥμισυ ἐνιαυτούς. Ὃ δέ γε μικροῦ διέλαθεν ἄν, ἥκω διηγησόμενος. ὅπως μὲν οὖν ὁ κουροπαλάτης Λέων ὁ Φωκᾶς καὶ ὁ ἐκείνου υἱὸς ὁ Νικηφόρος κατακριθέντες ἐκτύφλωσιν οὐκ ἐστερήθησαν τοῦ φωτός, λάθρᾳ τοῦτο τοῦ βασιλέως περὶ αὐτῶν ἐπισκήψαντος, ἤδη ἱστόρηται. ἔχοντες δ' ἔτι τὰ ἑαυτῶν ἀλώβητα ὄμματα οὐκ ἠγάπων σωζόμενοι, ἀλλὰ τῇ βασιλείᾳ καὶ πάλιν ἐπιθέσθαι διεμελέτων, πολλοὺς τῶν περὶ τὴν πόλιν καὶ τὰ βασίλεια ἑαυτοῖς ὁμοφρονοῦντας κτησάμενοι. ἀλλ' ἐφωράθησάν τε καὶ συνεσχέθησαν, ἑνὸς τῶν συνωμοτῶν τὸ μελέτημα καταγγείλαντος. οὐκέτι γοῦν φιλανθρωπίας ἠξίωντο, ἀλλ' ἀσυμπαθῶς τοὺς ὀφθαλμοὺς ἐξωρύχθησαν, καὶ τοῦτο τέλος αὐτοῖς τῆς εὐτυχίας καὶ τοῦ περὶ τὴν βασιλείαν ἐγένετο ἔρωτος. Ἀποκατέστη τοίνυν τὸ τῶν Ῥωμαίων σκῆπτρον τοῖς τούτῳ κατὰ γένος προσήκουσι, τῷ Βασιλείῳ καὶ τῷ Κωνσταντίνῳ φημί, ὧν ὁ μὲν εἰκοστὸν ἤνυε τῆς ἡλικίας ἐνιαυτόν, ὁ δέ γε Κωνσταντῖνος ἑπτακαιδέκατον. ἀλλ' οὗτοι μὲν τὰ τῆς βασιλείας 539 περιέκειντο σύμβολα, τὴν δ' ἐξουσίαν ὁ πρόεδρος Βασίλειος περιέζωστο ἀτεχνῶς. ἠνείχετο δὲ ὁ Βασίλειος μήπω πεποιθὼς ἑαυτῷ, καὶ οἷον παιδοτρίβῃ τῷ παρακοιμωμένῳ προσεῖχε καὶ ἑαυτὸν ἐρρύθμιζε πρὸς τὴν ἐκείνου τῶν δημοσίων πραγμάτων μεταχείρισιν καὶ διοίκησιν, ὡς ἂν καιροῦ καλοῦντος οὕτως καὶ αὐτὸς τὰ περὶ τοὺς στρατιωτικοὺς καταλόγους καὶ τῆς πολιτικῆς εὐνομίας μεταχειρίσηται. ἦν γὰρ τὸ ἦθος ἐγρηγορὼς καὶ δραστήριος, ἀλλ' οὐκ ἀνειμένος κατὰ τὸν ἀδελφὸν καὶ περὶ τὸν ἀργὸν βίον ἐσχολακώς. ἄρτι γοῦν εἰς τοὺς ὁμαίμονας τούτους περιέστη τὸ κράτος καὶ αὐτίκα ἐκ τῆς ὑπερορίας τὴν τούτους κατάγει τεκοῦσαν ὁ πρόεδρος καὶ τοῖς υἱοῖς ἀποδίδωσιν. ὑποπτεύων δὲ τὸν μάγιστρον Βάρδαν τὸν Σκληρόν, στρατηλάτην ὄντα καὶ πάσας ὑφ' ἑαυτὸν ἔχοντα τὰς ἑῴας δυνάμεις, ἀφαιρεῖται μὲν αὐτοῦ τὴν τοῦ στρατηλάτου ἀρχήν, δοῦκα δὲ Μεσοποταμίας αὐτὸν προχειρίζεται. τοῦτο σφόδρα ἠνίασε τὸν Σκληρὸν καὶ ἄλλως ἀεὶ τρέφοντα παρ' ἑαυτῷ τῆς βασιλείας τὸν ἔρωτα πρὸς ἀποστασίαν ἠρέθισε. καταλαβὼν οὖν τὴν ἀρχὴν εἰς ἣν προεβέβλητο πολλοῖς ἀνεκάλυψε τὸ ἀπόρρητον. φιλού540 μενος δὲ διὰ τὰς ἀριστείας ὑπὸ παντὸς τοῦ στρατεύματος πειθηνίους εἶχε σχεδὸν ἅπαντας. ὅτι δ' ἦν ἐν τῇ βασιλίδι τῶν πόλεων ὁ παῖς αὐτοῦ Ῥωμανός, ἔσπευσε σχεῖν κἀκεῖνον παρ' ἑαυτῷ καὶ στείλας λάθρᾳ τινὰ ἠδυνήθη καὶ τὸν υἱὸν λαθόντα ὑπαγαγέσθαι· καὶ αὐτίκα τῇ τυραννίδι ἐπικεχείρηκε ταινίᾳ τε βασιλείῳ τὴν κεφαλὴν ἀναδεῖται καὶ φοινικοῖς πεδίλοις τοὺς πόδας ὑποδεῖται, καὶ εὐφημεῖται ὡς