1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

78

ἐντεῦθεν ὁρμηθέντες καὶ οἱ τῶν ἄλλων θεμάτων μόνον τὸν Κωνσταντῖνον ἀνηγόρευον βασιλέα, καὶ ἀθροισθέντες κοινῇ ἐκεῖνον μόνον ἀνεκήρυττον αὐτοκράτορα. δείσασα δὲ τὴν τῶν ταγμάτων ὁμόνοιαν ἡ Εἰρήνη προήνεγκε τὸν υἱόν. ὁ δὲ αὐτίκα τὸν Σταυράκιον αἰκισάμενος καὶ τοὺς ἐντιμοτέρους τῶν θεραπόντων τῶν μητρικῶν ὑπερώρισεν, αὐτὴν δὲ τὴν μητέρα τῶν βασιλείων ἐντίμως καταγαγὼν εἰς τὸν οἶκον αὐτῆς, ὃν ἐν τοῖς Ἐλευθερίου ἐδείματο, διάγειν ἐκέλευσε. Καὶ τὰ μὲν οὕτως ἔσχον· ἐμπρησμοῦ δὲ συμβάντος ὁ μέγας τρίκλινος τῶν ἱερῶν ἀνακτόρων ὁ Θωμαΐτης λεγόμενος ἔργον γέγονε τοῦ πυρός, ὅτε λέγονται καυθῆναι καὶ τὰ σχεδιά293 σματα τῆς ἐξηγήσεως τῆς θείας γραφῆς, ἃ ὁ χρυσοῦς τὴν γλῶτταν συνεγράψατο Ἰωάννης, ἐκεῖσέ που ἀποκείμενα. Ὁ δέ γε βασιλεὺς Κωνσταντῖνος κατὰ Βουλγάρων ἐξεστράτευσε, τοῦ Καρδάμου τοῦ ἔθνους ἀρχηγετοῦντος· μικρᾶς δὲ προσβολῆς γενομένης ἀμφοῖν τοῖν ἀντιθέτοιν μεροῖν δειλία ἐνέσκηψε. καὶ ὁ μὲν βασιλεὺς ἐπανέζευξεν εἰς τὴν μεγαλόπολιν, οἱ δὲ Βούλγαροι εἰς τὰ ἤθη τὰ ἑαυτῶν. ἀλλὰ καὶ κατὰ Ἀράβων ὁρμήσας οὐδέν τι λόγου ἄξιον ἤνυσε. Παρακληθεὶς δὲ ὑπὸ τῆς μητρὸς καὶ τῶν ἐν τέλει τινῶν αὖθις ἀνάγει ταύτην εἰς τὰ βασίλεια καὶ ἑαυτῷ συνευφημεῖσθαι παραχωρεῖ· καὶ πάντα μὲν τὰ τῶν θεμάτων τάγματα ἐδέξαντο τὴν τῆς Εἰρήνης αὖθις ἀνάρρησιν, οἱ δὲ τοῦ θέματος τῶν Ἀρμενιακῶν ἀντέπιπτόν τε καὶ ἐστασίαζον καὶ ἐπεκαλοῦντο τὸν πρῴην αὐτῶν, ὡς εἴρηται, στρατηγήσαντα Ἀλέξιον τὸν Μωσηλέ. ἔφθη γὰρ ὁ βασιλεὺς ἐκεῖθεν μεταπεμψάμενος καὶ τιμήσας πατρίκιον εἶχε μεθ' ἑαυτοῦ, φήμης ἐπικρατούσης μέλλειν βασιλεῦσαι τὸν ἄνδρα. διὰ ταύτην τοίνυν καὶ ὅτι παρὰ τῶν στασια294 ζόντων ἐπεκαλεῖτο, δείσας ὁ βασιλεὺς καθεῖρξεν ἐν τῷ πραιτωρίῳ αὐτόν, τύψας πρότερον καὶ τὴν κόμην περιελών. τοῦ δὲ τῶν Βουλγάρων ἀρχηγετοῦντος ὡρμηκότος κατὰ τῆς Ῥωμαϊκῆς ἐπικρατείας, ἀσυντάκτως ὁ βασιλεὺς αὐτῷ ἐπελθὼν ἡττᾶται καὶ πλῆθος πολὺ στρατευομένων ἀπόλλυσιν, ἀλλὰ μὴν καὶ τῶν μεγιστάνων πολλούς. αἱ δὲ στρατιωτικαὶ συντάξεις ἀθροισθεῖσαι κατὰ τὴν μεγαλόπολιν ἐβουλεύοντο βασιλεῦσαι τὸν ἀπὸ Καισάρων Νικηφόρον τὸν τοῦ Κωνσταντίνου πατράδελφον. ἀλλὰ τὸ σκέμμα οὐκ ἔλαθε· διὸ αὐτὸς μὲν ὁ Νικηφόρος ἐξεκόπη τὰ ὄμματα· ὁ δέ γε Χριστοφόρος καὶ ὁ Νικήτας ὁ Ἄνθιμός τε καὶ ὁ Εὐδόκιμος τῶν γλωσσῶν ὑπέστησαν ἐκτομήν. ἀλλὰ καὶ τὸν Μωσηλὲ τὸν Ἀλέξιον ὁ βασιλεὺς ἐξετύφλωσεν, ὑποθήκαις ταῦτα μητρικαῖς ἐργασάμενος. οἱ δὲ τοῦ θέματος τῶν Ἀρμενιακῶν τὴν τοῦ Ἀλεξίου μαθόντες τύφλωσιν, τὸν σφέτερον στρατηγὸν ἐποίησαν ἔμφρουρον. ἦν δ' οὗτος ὁ Καμουλιανὸς ὁ πατρίκιος. ὡς οὖν ἀνηνέχθη τοῦτο τῷ βασιλεῖ, στέλλει κατ' αὐτῶν σὺν δυνάμει Κωνσταντῖνον τὸν Ἀρτασήραν καὶ τὸν Χρυσόχειρα, στρατηγὸν τῶν Βουκελλαρίων τυγχάνοντα. καὶ κροτηθέντος πο295 λέμου πολλοὶ μὲν ἔπεσον ἀμφοτέρωθεν, τρέπονται δὲ οἱ βασιλικοί, καὶ ἀμφοῖν ζωγρηθέντων τῶν στρατηγῶν, οὓς οἱ Ἀρμενιακοὶ αὐτίκα ἐτύφλωσαν. εἶτα ὁ κρατῶν αὐτὸς κατ' αὐτῶν ἐξεστράτευσε καὶ χειροῦται αὐτούς, καὶ τοὺς μὲν προὔχοντας ἀναιρεῖ, τοῖς δὲ λοιποῖς δημεύσει τῶν ὑπαρχόντων ἐπιτετίμηκε. χιλίους δὲ τῶν ἐκ τῆς αὐτῶν μητροπόλεως δεσμήσας καὶ ἐς μεγαλόπολιν ἐνεγκών, τὰς ὄψεις τε σφῶν καταστίκτους ποιήσας ἐν γράμμασι, μέλανος ἐγχεομένου τοῖς στίγμασιν (ἔλεγε δὲ ἡ γραφὴ "Ἀρμενιακὸς ἐπίβουλος"), διέσπειρε τούτους ἐν Σικελίᾳ καὶ ἐν ἄλλαις νήσοις. Τὴν δ' ἑαυτοῦ γυναῖκα Μαρίαν ἀποστέρξας ὁ βασιλεὺς ἀποκαρῆναι ταύτην ἐξεβιάσατο, συμβουλῇ, ὡς λέγεται, τῆς μητρὸς αὐτοῦ, ἵν' ὑπὸ πάντων μισηθείη καὶ εἰς αὐτὴν ἡ τῆς βασιλείας ἀντιπεριενεχθείη διοίκησις. κἂν γὰρ συνῆν τῷ υἱῷ περὶ τὰ ἀνάκτορα, ἀλλ' οὐ συμμετεῖχε τῆς ἐξουσίας, μόνης δέ γε τῆς εὐφημίας, λίαν δ' ἐνόσει τὸ φίλαρχον. μεταμφιασαμένης οὖν τῆς τοῦ κρατοῦντος συμβίου καὶ περιβαλομένης ἀκούσης 296 ἀντὶ τῆς βασιλείου στολῆς μοναζούσης ἄμφια μέλανα, Θεοδότην τινὰ κουβικουλαρέαν ἐκεῖνος ἠγάγετο, Αὐγούσταν στέψας αὐτήν. Καὶ