1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

113

συνέθετο ποιήσειν ὡς ἐνετέλλετο· καὶ στὰς πρὸ τοῦ τείχους δέσμιος κατεχόμενος ἔφη καὶ τὴν πρεσβείαν ἀνύσαι καὶ ἥξειν ὅσον ἤδη ἐκ βασιλέως βοήθειαν· καὶ ὁ μὲν ταῦτα λέγων τοῖς ξίφεσι κατετέτμητο. ὁ δὲ σουλδάνος τὴν τῆς πόλεως ἀπελπίσας ἅλωσιν ὑπεχώρησε. Καὶ ὁ τῆς Ταρσοῦ δὲ ἀμηρᾶς Ἐσμὰν μετὰ πλοίων μεγάλων, ἃ κουμπάρια τοῖς ἐκ τῆς Ἄγαρ ὠνόμασται, τῇ πόλει τοῦ Εὐρίπου προσέβαλεν· ἤνυσε δὲ οὐδέν, ἀλλ' αὐτός τε ἀπώλετο καιρίως πληγεὶς καὶ τὸ πλέον τῆς στρατιᾶς αὐτοῦ. ἀλλὰ μέντοι καὶ ὁ τῆς Κρήτης κρατῶν Σαὴτ ὁ Ἀπόχαψ ἕτερον στόλον ἑτοιμασάμενος Φώτιόν τινα δραστήριον ἄνδρα τούτῳ ἐπέστησεν, ὃς τά τε παράλια τοῦ Αἰγαίου καὶ τὰς νήσους ἐκάκου. ᾧ συναντήσας ὁ τῶν Ῥωμαίων στόλος, οὗ ναύαρχος ἦν ὁ τῶν πλωίμων δρουγγάριος ὁ πατρίκιος Νικήτας ὁ Ὠορύφας, πολλὰς μὲν τῶν πολεμίων νηῶν τῷ ὑγρῷ πυρὶ ἀπετέφρωσε καὶ τοὺς ταύ430 ταις ἐμπλέοντας, πολλοὺς δὲ μαχαίρας ἔθετο ἔργον καὶ πλείους ὑποβρυχίους ἐποίησεν. ὅσοι δὲ τὸν πολυειδῆ τοῦτον ἔφυγον κίνδυνον, αἰσχρῶς ἀποδράντες ἐσώθησαν. οὐκ ἠγάπων μέντοι σωζόμενοι· πειρατικὰς δὲ νῆας ἑτοιμασάμενοι τὴν Πελοπόννησον καὶ τὰς ἐκεῖ κατέτρεχον νήσους. ἀλλ' αὖθις αὐτοῖς ὁ ῥηθεὶς τοῦ στόλου δρουγγάριος ἔπεισι· τῷ γὰρ λιμένι προσορμίσας τῶν Κεγχρεῶν καὶ τὰ πολέμια πλοῖα περὶ Μεθώνην καὶ Πύλον καὶ Πάτρας ἐμφιλοχωρεῖν ἐγνωκώς, διὰ τοῦ κατὰ Κόρινθον ἰσθμοῦ ταχέως διαγαγὼν τὰς τριήρεις ἐν τῇ ξηρᾷ ἐπιτίθεται τοῖς πολεμίοις ἀνωιστί· καὶ τῷ ἀνελπίστῳ ἐκπεπληγμένων αὐτῶν τὰς μὲν τῶν λῃστρικῶν νηῶν ἐπυρπόλησε, τὰς δὲ καὶ αὐτάνδρους κατέδυσε, καὶ αὐτοῦ τῶν πολεμίων ἐξηγουμένου Φωτίου ἀναιρεθέντος. οὕτω μὲν οὖν καὶ ὁ τῶν Κρητῶν ἀπώλετο στόλος. Ἐξ Ἀφρικῆς δ' ἕτεραι νῆες αὖθις ἑξήκοντα παμμεγέθεις ἐξώρμησαν καὶ τῇ ὑπὸ Ῥωμαίους καὶ αὐταὶ ἐλυμαίνοντο καὶ μέχρι Κεφαληνίας καὶ Ζακύνθου προήλθοσαν. στέλλεται τοίνυν 431 ναυτικὸν κατ' αὐτῶν, ναυαρχοῦντα τὸν Νάσαρ ἔχον. πολλῶν δ' ἐκ τῶν περὶ τὴν εἰρεσίαν πονούντων ἀποδρασάντων, αἱ τριήρεις ἦσαν ἡμίκενοι· διὸ καὶ ὁ ναύαρχος οὐκ ἔκρινε δεῖν οὕτω συμμίξαι τοῖς πολεμίοις, ἀλλ' ἀναφέρει τῷ βασιλεῖ τὸ συμβάν, καὶ οἱ λειποτάκται ζητηθέντες ταχὺ κατεσχέθησαν. ἵνα δὲ καὶ φόβον ἐμποιήσῃ τῷ ναυτικῷ καὶ μηδένα κολάσῃ χριστιανόν, τριάκοντα τῶν ἐν εἱρκταῖς φρουρουμένων Ἀγαρηνῶν ἐκβληθῆναι κελεύει νυκτός, καὶ περιχρῖσαι μὲν ἀσβόλῃ τὰς ὄψεις αὐτῶν, ὡς ἂν μὴ ἐπιγινώσκοιντο, εἶτα καὶ αἰκίσασθαι σφᾶς καὶ διὰ τῆς ἀγορᾶς περιαγαγεῖν ἀνασκολοπισθῆναί τε ἀπαχθέντας εἰς Πελοπόννησον. οὗ γενομένου οἱ τοῦ στόλου ναυτικοὶ ἐξεδειματώθησαν καὶ οὕτω τοῖς ἐναντίοις ἐπῆλθον νυκτὸς καὶ τρόπαιον ἤραντο, τῶν μὲν ἀπολομένων, τῶν δὲ ἑαλωκότων. εἶτα καὶ εἰς Σικελίαν διέβησαν καὶ τὰς ἐκεῖ πόλεις, ὅσαι τοῖς Καρχηδονίοις διέφερον, ἐκάκωσάν τε καὶ ἐξεπόρθησαν. Καὶ οἱ ἐκ μεσημβρίας δὲ Ἄραβες ἐσχολακέναι τὸν Ῥωμαϊκὸν μαθόντες στόλον, τὰ τῆς Φοινίκης καὶ τῆς Συρίας ναυσὶ 432 προσπλέοντες ἐκάκουν παράλια. ὁ γὰρ βασιλεύς, ὅτι Μιχαὴλ ἀνεῖλε τὸν πρὸ αὐτοῦ βασιλεύοντα, οἷον ἐξιλασκόμενος τὸν θεόν, πολλαχοῦ τῆς βασιλίδος τῶν πόλεων τῷ ἀρχιστρατήγῳ Μιχαὴλ ναοὺς ἐδείματο ἐκ καινῆς· καὶ ἐν αὐτοῖς δὲ τοῖς ἀνακτόροις ἐδομήσατο τούτῳ πολυτελές τε καὶ πολυδάπανον τέμενος, ὃ καὶ Νέαν ἐκκλησίαν ἐκάλεσεν. ἐν τούτοις οὖν τοῖς δομήμασι τῶν πλωίμων ἀσχολουμένων, καὶ τῶν νώτων αὐτῶν οὐκ ἀφισταμένων ἀπὸ τῶν ἄρσεων, τῶν τε χειρῶν αὐτῶν ἐν τοῖς κοφίνοις δουλευουσῶν, ὁ στόλος ἐσχόλασε· διὸ καὶ οἱ Ἀγαρηνοὶ ἀδεῶς, ὡς εἴρηται, τὰ παράλια ἐληίζοντο καὶ οὐ μόνα ταῦτα ἐκάκουν, ἀλλὰ καὶ τὴν Συράκουσαν ἐξεπόρθησαν. ὁ δὲ βασιλεὺς ταῖς οἰκοδομαῖς τὸ ναυτικὸν τοῦ στόλου κατέτρυχε, καὶ τῷ προφήτῃ Ἠλιοὺ τῷ Θεσβίτῃ ναὸν ἀνεγείρας· ἐτίμα γὰρ τοῦτον διαφερόντως καὶ ᾤετο προσληφθήσεσθαί ποτε παρ' αὐτοῦ καὶ τῷ πυρίνῳ συνεπαρθήσεσθαι ἅρματι. ὅμως μέντοι τὴν ἅλωσιν καὶ κατασκαφὴν τῆς Συρακούσης μαθὼν ἔστειλε τοὺς ἀντικαταστησομένους τοῖς ἀλιτηρίοις Ἀγαρηνοῖς· ἀλλ' οὐδὲν ἤνυστο. εἶτα τὸν Φωκᾶν Νικηφόρον μετὰ