1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

149

χρημάτων ταῦτα πλήρη πεποίηκε· φασὶ γοῦν ἐς εἴκοσι μυριάδας ταλάντων χρυσοῦ ἐν562 αποτεθησαυρίσθαι αὐτῷ. τὸν γὰρ ἄλλον χρηματισμὸν οὐκ ἄν τις ὑπ' ἀριθμὸν δύναιτο ἀγαγεῖν, ὃς τῶν ταμείων αὐτῷ πληρωθέντων ὑπὸ γῆν τὰ λοιπὰ ἐθησαύρισεν, ἕλικας ὀρύξας λαβυρινθώδεις. καὶ ὑπερχειλῆ μὲν ἦσαν λίθων πολυτελῶν τῶν τε ἄλλων καὶ τῶν λευκῶν, οἷς ἰδιάζουσα κλῆσις οἱ μάργαροι, τὰ κιβώτια. τῷ δὲ εἰς χρῆσιν οὐκ ἦσαν, ἀλλὰ βραχεῖς τινες αὐτῷ τὴν πορφύραν ἐκόσμουν, ἵν' ἔχοι τοὐπίσημον, ᾗπερ ἐν προόδοις ἐκέχρητο καὶ ὅτ' ἐχρημάτιζε πρέσβεσι καὶ ὅτε τινὰ ἄλλην δημοτελῆ ἐτέλει πανήγυριν. οἱ δ' ἄλλοι τοῖς ταμείοις ἐναποκείμενοι ἄχθος ἦσαν ἐτώσιον. ἦν δ' ἐν μὲν πολέμων καιροῖς ποικίλος τις καὶ τὴν γνώμην πρὸς τοὺς ὑπὸ χεῖρα πολυειδής, ἐν δ' ἠρεμίαις καὶ εἰρηνικαῖς καταστάσεσιν ἀρχικώτερος καὶ τὰς ὀργὰς ἐταμίευε καὶ ταύτας συνέχων παρ' ἑαυτῷ ἐδημοσίευεν ἐν καιροῖς καὶ ἀνταπεδίδου τοῖς ἁμαρτήσασιν. ὢν δὲ τὴν γνώμην στερρὸς οὐ ῥᾳδίως ἠλλοίου τὰ δόξαντα. διὸ καὶ πρὸς οὓς ἂν ἔτυχε μήνιμά τι τρέφων, οὐ ταχὺ μετήλλαττε τὸ ἦθος αὐτοῖς. ἀλλὰ ταῦτα μὲν παραστατικὰ τοῦ ἤθους τούτου τοῦ αὐτοκράτορος, ἡ δ' ἱστορία ἐχέσθω τῶν ἐπ' αὐτοῦ πεπραγμένων καὶ διηγείσθω τὰ ἐφεξῆς. Ὁ τῆς Αἰγύπτου κατάρχων τὰς πρὸς Ῥωμαίους λύσας 563 σπονδὰς τόν τε ἐν Ἱεροσολύμοις ναόν, ἐν ᾧ τὸ τοῦ κυρίου μνῆμα, κατηρείπωσε καὶ τὰ ἐκεῖ μοναστήρια. Ὁ δὲ βασιλεὺς συνεχῶς τῇ Βουλγαρίᾳ προσβάλλων ἐκάκου ταύτην καὶ ἐκεράϊζε. μὴ δυνάμενος δέ γε ὁ Σαμουὴλ ἀντιπαρατάξασθαι τῷ τῶν Ῥωμαίων στρατεύματι τάφροις τὰς εἰσόδους ἀποκλεῖσαι αὐτῷ ἐπεχείρησε, τὰς δυσχωρίας ἀποφράξας οἰκοδομαῖς καὶ φύλακας ἐπιστήσας αὐταῖς. ἧκεν οὖν ὁ βασιλεὺς αὖθις καὶ ἐβιάσατο μὲν τὴν πάροδον, ἀπεκρούσθη δὲ τῶν φυλάκων ἀνθισταμένων ἐρρωμενέστερον· πλὴν οὐκ ἀπέστη τῆς ἐγχειρήσεως, ἀλλ' αὐτὸς μὲν προσέμενεν ἔτι πειρώμενος τοῦ ἐρύματος, ἐκπέπομφε δὲ τῶν στρατηγῶν ἕνα μετὰ τοῦ ὑπ' αὐτὸν τάγματος ἑτέρωθέν ποθεν, εἰ δύναιτο περιελθεῖν καὶ μηχανήσασθαί τι πρὸς τὴν διέλευσιν. ὁ δὲ δι' ὀρῶν καὶ δυσχωριῶν πολλῶν διελθὼν καὶ τοὺς Βουλγάρους λαθὼν ἐμπίπτει κατὰ νώτου τοῖς τοῦ ἐρύματος φύλαξιν, οἳ τῷ ἀθρόῳ περιδεεῖς γεγονότες οὐκέτι τῆς φυλακῆς ἐφρόντιζον τοῦ φραγμοῦ, ἀλλ' ὅπως αὐτοὶ τὸν ὄλεθρον φυλάξωνται περὶ πλείστου ἐτίθεντο. τότε δὴ ἀδείας τὸ Ῥωμαϊκὸν δραξάμενον στράτευμα ῥήγνυσι τὸν φραγμὸν καὶ δίεισι καὶ διώκει καὶ πολλοὺς μὲν 564 ἀναιρεῖ, πλείονας δέ γε ζωγρεῖ μόλις διαδράντος τοῦ Σαμουήλ. ὅ γε μὴν βασιλεὺς τοῖς δορυαλώτοις εἰς πεντεκαίδεκα χιλιάδας ἀριθμουμένοις ἐξέκοψε πᾶσι τὰ ὄμματα, ἐφ' ἑκάστῃ ἑκατοστύϊ ἕνα καταλιπὼν ἑτερόφθαλμον, ἵν' εἴη τούτοις χειραγωγός, καὶ οὕτως αὐτοὺς ἀπιέναι κελεύει πρὸς τὸν σφέτερον ἀρχηγόν. οὓς ἐκεῖνος ἰδὼν καὶ τὸ πάθος μὴ ἐνεγκὼν ἰλλιγγιᾷ τε καὶ εἰς γῆν λειποθυμῶν καταβάλλεται, μικρὸν δέ τι ἀνενεγκὼν καρδιωγμῷ περιπίπτει καὶ θνήσκει. ἡ δὲ τῶν Βουλγάρων ἡγεμονία τῷ υἱῷ αὐτοῦ τῷ Γαβριὴλ τῷ καὶ Ῥωμανῷ περιῆλθεν, ὃν οὔπω ἐνιαυτὸν ἄρξαντα ὁ υἱὸς τοῦ πατραδέλφου αὐτοῦ Ἀαρὼν ὁ Βλαδισθλάβος καὶ Ἰωάννης (διώνυμος γὰρ καὶ οὗτος ἦν) ἀπέκτεινε. διελθὼν δὲ τὸ ἐν ταῖς δυσχωρίαις ἔρυμα ὁ αὐτοκράτωρ, ὡς εἴρηται, ἄλλα τε φρούρια ἐχειρώσατο ἐρυμνὰ καὶ τοὺς ἐν αὐτοῖς Βουλγάρους καὶ ἧκεν εἰς Μοσυνούπολιν, ὅπου αὐτῷ ἡ τοῦ Σαμουὴλ τελευτὴ ἀπηγγέλη. ἄρας οὖν αὐτίκα προσβάλλει τῇ Βουλγαρίᾳ καὶ πόλεις τε αὐτῆς αἱρεῖ καὶ φρούρια. ὁ δέ γε τοῦ Σαμουὴλ υἱὸς ὁ Ῥωμανός τε καὶ Γαβριήλ (οὔπω γὰρ ἀνῄρητο) πέμψας πρὸς τὸν βασιλέα δούλωσιν ὑπισχνεῖται· μετὰ δέ τινα καιρὸν τοῦ τὸν Γαβριὴλ ἀνελόντος Ἰωάννου τοῦ 565 Βλαδισθλάβου θεράπων ἀφίκετο, εὐαγγελιζόμενος τὴν ἀναίρεσιν τοῦ υἱοῦ τοῦ Σαμουὴλ καὶ γράμματα κομίζων ἐπαγγελλόμενα τῷ βασιλεῖ δούλωσιν, προσερρύησαν δὲ αὐτῷ καὶ πολλοὶ τῶν ἐπισήμων παρὰ Βουλγάροις. γνοὺς μέντοι τὸν Βλαδισθλάβον ὁ βασιλεὺς οὐ κατὰ τὰς ἐπαγγελίας διανοούμενον, ἐπῆλθεν αὖθις τῇ Βουλγαρίᾳ καὶ πολλὰς μὲν αὐτῆς