1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

200

καὶ βασιλέα ὑποκεῖσθαι αὐτῇ. τῷ δὲ τὸ σκέμμα 748 οὐκ ἀνεκτὸν ἐς ἄνδρας ἤδη τελοῦντι καὶ γυναικὶ πρὸ πολλοῦ συναφθέντι τοῦ ἔθνους τῶν Οὔγγρων ἀρχηγοῦ θυγατρὶ καὶ παίδων γεγονότι πατρί. ἐδεδοίκει γὰρ περὶ τῇ ἀρχῇ ἢ καὶ περὶ αὐτῇ τῇ ζωῇ, ὁρῶν τὴν μητέρα πολλὴν περὶ τὴν πρεσβυτέραν τῶν θυγατέρων ἐνδεικνυμένην σχέσιν καὶ περὶ τὸν ἐπ' αὐτῇ κηδεστὴν τὸν Βρυέννιον. ὅθεν μετῄει τὸ συγγενές, ἀλλὰ μέντοι καὶ ξύμπαντας, καὶ τὰ καθ' ἑαυτὸν πρὸς ἕκαστον λαθραίως ἀποκλαιόμενος ἀνεμίμνησκε τῶν ὅρκων τοὺς ἄνδρας, οὓς οἱ πλείονες αὐτῶν ἦσαν ὀμωμοκότες, ὡς οὐχ ἕτερον ἂν παρὰ τοῦτον μετὰ τὸν πατέρα δέξαιντο αὐτοκράτορα. οἱ δὲ αὐτὸν ἐπεθάρρυνον καὶ ἐπαρῆξαί οἱ καιροῦ καλοῦντος προθυμότατα ἐπηγγέλλοντο, ὅρκοις ἐμπεδοῦντες τὰς ὑποσχέσεις. ταῦτα δὲ τὴν βασιλίδα οὐκ ἐλελήθεισαν, δι' ἃ καὶ προσώχθισε τῷ υἱῷ. ἐντεῦθεν παντί που καθάπαξ προσιέναι οἱ ἀπείρητο, καὶ πάντοθεν σκοποί τε καὶ κατοπτῆρες ἦσαν αὐτοῦ. ὁ δὲ καὶ οὕτως οὐκ ἐπαύετο πρὸς ἑαυτὸν σχεδὸν τοὺς σύμπαντας ἐφελκόμενος, τοὺς μὲν δι' ἑαυτοῦ, τοὺς δὲ διὰ τῶν προσκειμένων αὐτῷ. προσέκειτο δ' αὐτῷ καὶ τῶν ἀδελφῶν ὁ νεώτερος· θάτερος δέ γε, δηλαδὴ ὁ Ἀνδρόνικος, τῷ συγγόνῳ καὶ βασιλεῖ ἠναντίωτο· ἤδη γὰρ καὶ οὗτοι ἀνδρωθέντες γυναιξὶ συνεζεύ 749 χθησαν. καὶ ὁ μὲν Ἀνδρόνικος σεβαστοκράτωρ τετίμητο, ὁ δ' Ἰσαάκιος καὶ ὁ Βρυέννιος Καίσαρες, ὁ δ' ἐπὶ τῇ δευτέρᾳ τῶν θυγατέρων τοῦ βασιλέως γαμβρὸς ὁ Φορβηνὸς πανυπερσέβαστος. Εἶχον μὲν οὖν οὕτω ταῦτα, εἰ καὶ προδραμὼν ὁ λόγος τὰ ὕστερον διηγήσατο· εἷς δὲ τῶν εἰς τὴν ἑῴαν διαβάντων Λατίνων καὶ ὁ τοῦ Ῥομπέρτου ἐκείνου, οὗπερ ἤδη ἡ ἱστορία ἐμνήσθη, ὑπῆρχεν υἱός, Βαϊμοῦνδος ὀνομαζόμενος, ὃς ἐκ τῶν ἑσπερίων μετὰ τῶν ὑπ' αὐτὸν ἀνιὼν δούλωσίν τε τῷ βασιλεῖ ἐπηγγείλατο καὶ συνθήκας θέμενος πρὸς αὐτὸν ὅρκοις αὐτὰς ἐμπεπέδωκε καὶ χρήματα λαβὼν σχεδὸν ὑπὲρ ἀριθμὸν τῇ κατὰ Κοίλην Συρίαν Ἀντιοχείᾳ ἐπιδεδήμηκε καὶ ταύτην πολιορκίᾳ ἑλὼν οὐ μόνον τῶν ὡμολογημένων παραβάτης ἐγένετο, ἀλλὰ καὶ πόλεμον κατὰ Ῥωμαίων ἄρασθαι μεμελέτηκεν. ἐπανιέναι δὲ φροντίζων ἐκ τῶν ἑῴων εἰς τὰ ἑσπέρια ἐδεδίει μὴ ἐν τῇ ἐπανόδῳ χώρας Ῥωμαϊκὰς διιὼν κατασχεθείη παρά του τῶν τῶν χωρῶν ἐκείνων τὰς ἀρχὰς ἐμπεπιστευμένων καὶ ἀπαχθείη δεσμώτης, ὡς παραβάτης ὧν ἔθετο συνθηκῶν. τί γοῦν μηχα750 νᾶται; ἑαυτοῦ καταψεύδεται θάνατον καὶ λάρνακι ἐμβεβήκει, ἐντειλάμενος τοῖς θεράπουσι λέγειν ὡς ἐτεθνήκει καὶ ὁ νεκρὸς ἐκείνου κομίζεται οἴκαδε. οὕτω λαθὼν εἰς τὴν χώραν αὐτοῦ διασέσωστο· ἔνθα πολλὰ κατειπὼν τοῦ βασιλέως πολλοὺς τῶν ὁμοεθνῶν ἆραι κατὰ Ῥωμαίων ὅπλα ἠρέθισεν, ὧν στραταρχῶν ἐκεῖνος διεπεραιώθη πρὸς τὴν Ἐπίδαμνον καὶ πολλὴν ἔθετο σπουδὴν ἐκπορθῆσαι τὸ ἄστυ αὐτῆς. χρόνον δὲ διατρίψας ἐν τῇ πολιορκίᾳ μακρὸν καὶ κακώσας μὲν τοὺς ἐν τῇ πόλει, οὐ μείω δὲ καὶ αὐτὸς κακωθεὶς ἀπέγνω μὲν τοῦ ∆υρραχίου τὴν ἅλωσιν, προέβη δ' εἰς ἕτερα κἀκείνων διήμαρτεν· ὅθεν διαπρεσβεύεται πρὸς τὸν αὐτοκράτορα, συμβάσεις ζητῶν. ὁ δὲ τῇ Θεσσαλονίκῃ ἦν ἐνδημῶν, καὶ ἀπάρας ἐκεῖθεν κατὰ τὴν Εὐρωπαίαν Κολώνειαν τὸν χάρακα ἔθετο, ἔνθα καὶ προσωμίλησε τῷ βαρβάρῳ καὶ τὰς συνθήκας τῶν σπονδῶν ἐποιήσατο. Ἡ μὲν οὖν τοῦ Βαϊμούνδου μάχη οὕτω πως διαλέλυτο· ὁ δὲ πατριάρχης Νικόλαος ἐπὶ εἴκοσι πρὸς ἑπτὰ ἐνιαυτοὺς τὴν ἐκκλησίαν ἰθύνας καὶ ἐς γῆρας ἐλάσας βαθύ, νοσήσας ἀπεβίω· 751 οὗ τὴν ἐκφορὰν μεγαλοπρεπῶς ὁ αὐτοκράτωρ ἐτίμησεν, εἶτα ἕτερον εἰς τὸν θρόνον τὸν πατριαρχικὸν ἐγκαθίδρυσεν, ἕνα μὲν τοῦ κλήρου τῆς ἐκκλησίας, τοῦ τῶν διακόνων δέ γε βαθμοῦ καὶ τοῖς πατριαρχικοῖς συνταττόμενον ἄρχουσιν, ἀδελφιδοῦν δὲ τοῦ τῆς ἐν Χαλκηδόνι τότε προεδρεύοντος ἐκκλησίας, λόγοις ἐντεθραμμένον τοῖς τε θύραθεν καὶ τοῖς καθ' ἡμᾶς, αὐτὸς ὁ βασιλεὺς τῇ ἐκκλησίᾳ ἐπιδεδημηκὼς καὶ αὐτὸν ἐν ταύτῃ προχειρισάμενος. Μετὰ δέ τινα χρόνον νοσεῖ ὁ κρατῶν, καὶ οὕτως ἡ νόσος ἐκείνου κατίσχυσεν ὡς ἐκλελοιπέναι δοκεῖν. ἐν τούτῳ δὲ τοῦ σωτηρίου τοῦ σωτῆρος ἡμῶν