1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

119

δεσμοῖς τὸν βίον κατέλυσε, τινὲς δὲ τῶν σὺν αὐτῷ τὴν ἐκ τῶν δεσμῶν μὴ στέγοντες κάκωσιν τὴν πίστιν ἑαυτῶν ἐξωμόσαντο. ὁ Κωνσταντῖνος δὲ καί τινες τῶν σὺν αὐτῷ τῆς εἱρκτῆς ἐκφυγόντες πρὸς τὰ Ῥωμαίων ἀπῄεσαν καὶ τοὺς καταδιώκοντας αὐτοὺς 452 Ἀγαρηνοὺς γενναίως τρεψάμενοι διεσώθησαν. ὃν ὁ βασιλεὺς ἐδέξατό τε περιχαρῶς καὶ ἐδεξιώσατο μεγαλοπρεπῶς καὶ διαφερόντως ἐτίμησεν· εἶτα καὶ πρὸς αὐτὸν ἔφη "μὴ ἀπατάτω σε, Κωνσταντῖνε, τὸ ὄνομα, μηδ' οἴου τῆς βασιλείας τυχεῖν, ὡς Κωνσταντίνου Ῥωμαίων μέλλοντος ἄρξειν· ἴσθι γὰρ ἀκριβῶς τοῦτον εἶναι τὸν υἱὸν τὸν ἐμόν. σὺ δὲ εἰ μὲν ἣν ἔλαχες Σπάρταν κοσμεῖς, ἔσται σοι εὖ· εἰ δὲ νεωτερίσεις καὶ τυραννίδι ἐπιχειρήσεις, ἔσο βεβαίως εἰδὼς ὡς διὰ τῆσδε τῆς πύλης (τὴν πρὸς δύσιν οὖσαν τοῦ Χρυσοτρικλίνου δείξας αὐτῷ) ἡ κεφαλή σου τοῦ λοιποῦ σώματος χωρὶς εἰσαχθήσεται." ὃ καὶ γέγονεν ὕστερον. Ἐκ δὲ Μελιτηνῆς ἐλθόντων τινῶν, ἐν οἷς ἦν καὶ ὁ τοῦ Σαμωνᾶ πατήρ, ὑπεδέξατο τούτους ἐντίμως ὁ βασιλεὺς καὶ εἰς τὴν μεγάλην ἐκκλησίαν μὴ δεόντως ἀπίστους ὄντας εἰσήγαγεν. ἰδὼν δὲ ὁ τοῦ Σαμωνᾶ πατὴρ ἣν εἶχεν ὁ υἱὸς αὐτοῦ τιμὴν ἐν τοῖς βασιλείοις, καὶ τὸν πλοῦτον ὃν περιέκειτο, ἤθελε συνδιάγειν αὐτῷ. ἐκωλύθη δὲ παρ' ἐκείνου, τὴν οἰκείαν θρησκείαν τηρεῖν συμβουλεύοντος καὶ εἰς τὴν πατρίδα ἐπανελθεῖν· "εἰ δὲ καὶ αὐτός" ἔφη "τύχω καιροῦ, ὑπονοστήσω πρὸς σέ." 453 Τῆς δ' ἑορτῆς τῆς πεντηκοστῆς ἐνστάσης ἔστεψε τὸν υἱὸν αὐτοῦ ὁ βασιλεὺς καὶ ἀνηγόρευσε βασιλέα. ἐκτομίαν δ' ἔχων θεράποντα ὁ μυσαρὸς Σαμωνᾶς Κωνσταντῖνον ὀνομαζόμενον, ἐκ δὲ Παφλαγονίας γενόμενον, τῇ δεσποίνῃ τοῦτον δέδωκεν εἰς ὑπηρεσίαν. ἐπεὶ δὲ τῇ βασιλίσσῃ καὶ αὐτῷ τῷ κρατοῦντι λίαν ὁ Κωνσταντῖνος ᾠκείωτο, εἰς βασκανίαν ὁ βέβηλος ἠρέθιστο Σαμωνᾶς καὶ πρὸς τὸν βασιλέα κατεῖπεν αὐτοῦ ὡς ἐρωμένου τῇ βασιλίσσῃ. ζηλοτυπήσας οὖν ὁ Λέων ἀποκαρῆναι τοῦτον προσέταξε μοναχόν· καὶ μετ' οὐ πολὺ ἄγει τοῦτον καὶ ἀποδυθῆναι κελεύσας τὰ μοναχικὰ ἄμφια καὶ κοσμικὴν περιβαλέσθαι στολὴν μᾶλλον ἢ πρότερον αὐτὸν ᾠκειώσατο. οὐκ ἀνεκτὰ δ' ἦσαν ταῦτα τῷ Σαμωνᾷ. γράφει τοίνυν λοίδορόν τι γραμμάτιον διά τινος τῶν αὐτοῦ, καὶ τοῦτο ῥιπτεῖ ἔνθα ὁ βασιλεὺς διελεύσεσθαι ἔμελλεν· ὅπερ εὑρὼν ἐκεῖνος καὶ ἀναγνοὺς ἤλγησέ τε καὶ τὸν πεποιηκότα ἐζήτει. εἷς οὖν τις τῶν συνειδότων τὴν πρᾶξιν ταύτην τῷ Σαμωνᾷ τοῦτον εἶναι τὸν ἐργάτην τοῦ λοιδόρου βιβλίου τῷ κρατοῦντι ἐδήλωσεν. ἐκλεί454 ψεως μέντοι τότε τῆς σελήνης συμβάσης, τὸν μητροπολίτην Συνάδων ὁ βασιλεὺς μετεπέμψατο, περὶ ταύτης πευσόμενος. ὃν ὁ Σαμωνᾶς ἰδίᾳ παραλαβὼν ἤρετο περὶ τῆς ἐκλείψεως· κἀκεῖνος ἔφη ὅτι "σὸν τὸ τῆς σελήνης πάθημα σημαίνει δυστύχημα· εἰ δὲ τοῦ Ἰουλίου τρισκαιδεκάτη παρελεύσεται πρὸ τοῦ παθεῖν, ἐκφεύξῃ καὶ σὺ τὸ δυστύχημα." εἶτα καὶ πρὸς τοῦ βασιλέως ὁ Συνάδων ἐρωτηθεὶς ἀπεκρίνατο ὡς "εἰς τὸ δεύτερον μετὰ σὲ πρόσωπον ἐνσκήψει ἡ κάκωσις." δεύτερον δὲ πρόσωπον ὁ βασιλεὺς τὸν ἀδελφὸν αὐτοῦ τὸν Ἀλέξανδρον ἔκρινεν, ἀλλ' ἐσφάλη περὶ τὴν κρίσιν· ἔδει γάρ ποτε τῷ κακίστῳ Σαμωνᾷ γενέσθαι κακῶς. μαθὼν οὖν ὡς ἐκεῖνος ἦν ὁ τοῦ λοιδόρου βιβλίου πατήρ, ἐξωθεῖ μὲν τῶν βασιλείων αὐτὸν καὶ ἀποκείρει καὶ περιγραπτοῖς ὁρίοις καθείργνυσι. καὶ ταῦτα γέγονε, μήπω τῆς τρισκαιδεκάτης τοῦ Ἰουλίου παραρρυείσης. παρακοιμώμενος δὲ ἀντὶ τοῦ Σαμωνᾶ ὁ παρ' ἐκείνου βασκαινόμενος Κωνσταντῖνος καὶ ἐπιβουλευόμενος προκεχείριστο, ᾧ καὶ μονὴν ὁ βασιλεὺς ἐδομήσατο ἐν ταῖς Νοσσιαῖς. 455 Νοσήσας δὲ ὁ Λέων κοιλιακὸν νόσημα τοσοῦτον κατειργάσθη τὴν δύναμιν ὡς μηδὲ δυνηθῆναι διαλεχθῆναι τῇ συγκλήτῳ περὶ νηστείας τὴν συνήθη διάλεξιν, ἣ καλεῖται σελέντιον. ὅμως ὀλίγα τινὰ ταύτῃ διαλεχθεὶς καὶ ἀξιώσας αὐτοῦ μεμνῆσθαι καὶ πίστιν εἰς τὴν αὐτοῦ σύμβιον τηρεῖν καὶ εἰς τὸν υἱόν, καὶ τελευταίαν ταύτην προσλαλιὰν πρὸς αὐτὴν ποιεῖσθαι εἰπὼν οὐκ αὐτίκα ἐξέλιπεν, ἀλλὰ μέχρι τοῦ Μαΐου διήρκεσε. τότε δὲ τελευτῶν τὴν αὐταρχίαν τῷ ἀδελφῷ κατέλιπεν Ἀλεξάνδρῳ καὶ τὸν υἱὸν αὐτῷ παραδέδωκεν, ἀξιώσας ἐπιμελεῖσθαι αὐτοῦ