1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

105

τροπαιοφόρος ἐπανῆκεν εἰς τὸ Βυζάντιον καὶ ὑπεδέχθη μετὰ τιμῆς καὶ τῶν σχολῶν προεβλήθη δομέστικος. ἤδη γὰρ ὁ μάγιστρος Μανουὴλ ἀπεβίω. μετὰ βραχὺ δὲ καὶ αὐτὸς ἀπέτισε τὸ χρεών. Τούτους δὲ πάντας ὁ Βάρδας ἀποσεισάμενος τὴν μὲν τῶν πραγμάτων διοίκησιν, ὡς ἠβούλετο, διετίθετο. ὁ γὰρ Μιχαὴλ οὐδενὸς ἐπεστρέφετο, μόνοις δὲ θεάτροις καὶ ἱππηλασίαις ἐσχό398 λαζεν, οὐκ ἄλλων ἡνιοχούντων, αὐτοῦ δ' ἐκείνου τοῦ αὐτοκράτορος καὶ ἁρματηλατοῦντος τοῦ Αὐγούστου, καὶ ἀγωνιζομένου τοῦ βασιλέως καὶ ἀντὶ τῆς βασιλείου στολῆς ἐνδεδυκότος ἡνιόχου σκευήν. οὐ τοῦτο δὲ μόνον ἦν τὸ δεινόν, ἀλλ' ὅτι καὶ τοὺς ἐν ἀξιώμασι καὶ τιμαῖς ὑπερέχοντας τοὺς μὲν αὐτῷ συναγωνίζεσθαι, τοὺς δ' ἀνταγωνίζεσθαι ἐν ταῖς τῶν ἵππων ἁμίλλαις καὶ ἁρματηλατεῖν κατηνάγκαζε. ποτὲ τοίνυν αὐτὸς μὲν ἠμφίεστο τὸ χρῶμα τὸ βένετον, ὁ δὲ τοῦ δρόμου λογοθέτης τὸ πράσινον, καὶ ἕτεροι τῶν ἐπιφανεστέρων τὰ ἕτερα· καὶ ἤδη τῶν ἁρμάτων ἐπέβησαν. ἐν τούτῳ δὲ γράμματα τῷ πρωτονοταρίῳ τοῦ δρόμου παρά του πεφθακότος ἄρτι ἐνεχειρίσθησαν, ὡς ἐν τοῖς Μελαγγείοις ἐστρατοπεδεύσαντο οἱ Σαρακηνοὶ διαγγέλλοντα· ταῦτα δ' εἰσὶν ἃ νῦν ἀγροικότερον καλεῖται Μαλάγινα. ὁ γοῦν πρωτονοτάριος σκυθρωπάσας ἐπὶ τῇ ἀγγελίᾳ προσῆλθε τῷ βασιλεῖ καὶ ταῦτα ἐδίδασκε καὶ ὑπεδείκνυ τὰ γράμματα. ὁ δὲ ὀργίλον τι καὶ μανικὸν αὐτῷ ἐνιδών "ἐν 399 τοιούτῳ μοι" ἔφη "ἀγῶνι ὄντι καὶ τὸν μέσον εὐώνυμον καταστήσασθαι σπεύδοντι αὐτός, μάταιε, περὶ Σαρακηνῶν ἐπιδρομῆς διαλέγῃ μοι;" τοιοῦτος ὁ θαυμάσιος ἐκεῖνος ἦν βασιλεὺς καὶ οὕτω περὶ τῶν κοινῶν πραγμάτων καὶ τῆς βασιλείας ἐφρόντιζεν. Ἐκείνου δὲ τοῦτον διακειμένου τὸν τρόπον, ὁ Βάρδας ἔστρεφε τὰ πάντα καὶ ἦγεν ὅπῃ ἦν αὐτῷ πρὸς βουλῆς, καὶ εἰς τὴν τοῦ Καίσαρος ἀναβεβήκει τιμὴν καὶ ἑαυτῷ τὴν βασιλείαν ἐμνᾶτο καὶ εὐκαιρίαν ἐζήτει, ἵν' αὐτῆς ἐπιτεύξοιτο. οὐδὲν δέ οἱ εἴργαστο ἀγαθὸν ἢ τὸ τῶν λόγων φροντίδα θέσθαι πολλήν. ἠμέλητο γὰρ τὰ τῆς φιλοσοφίας καὶ ἀπέσβη σχεδὸν ἐς τὸ παντελές, ὡς μηδ' ἔναυσμά τι περιλειφθῆναι αὐτῆς. τοῦτο δὲ ἡ τῶν κρατούντων εἴργαστο ἀλογία. ὁ δὲ καὶ διατριβὰς ἑκάστῃ ἀφώρισε τῶν ἐπιστημῶν καὶ διδασκάλους προυστήσατο καὶ σιτήσεις δημοσίας τούτων ἑκάστῳ ἀπένειμεν· ἐπὶ πᾶσι δὲ διδάσκαλον 400 ἐγκατέστησε τὸν φιλόσοφον Λέοντα, οὗ κλέος ἐπὶ σοφίᾳ πολύ, ὃς καὶ τῷ βασιλεῖ Θεοφίλῳ γέγονεν ἔντιμος ἐκ τρόπου τοιοῦδε. πολλῶν αὐτῷ φοιτητῶν ὄντων, ἕνα συνέβη τούτων τοῖς Σαρακηνοῖς γενέσθαι ἁλώσιμον, ᾧ τὰ τῆς γεωμετρίας μεμύητο ἀκριβῶς, καὶ οὗτος τῶν παρὰ τοῖς βαρβάροις ἐπισήμων τινὶ δουλεύειν ἀπονενέμητο. ἦν δ' ὁ τότε τῶν ἐκ τῆς Ἄγαρ προεστηκὼς φιλολογῶν καὶ φιλοσόφων θεωρημάτων ἐπιμελῶς ἀκροώμενος, πλέον δὲ τῶν ἄλλων ταῖς γεωμετρικαῖς μεθόδοις προσκείμενος. ἐφοίτα δὲ καὶ ὁ τοῦ αἰχμαλώτου δεσπότης παρὰ τὸ ἀκροατήριον, καί ποτε αὐτῷ καὶ ὁ αἰχμάλωτος εἵπετο, καὶ τῶν διδασκόντων ἀκούσας καὶ σχήματα τούτους ἰδὼν διαχαράττοντας γεωμετρικὰ ἀρχήν τε τὸ τρίγωνον παντὸς εἶναι διδάσκοντας σχήματος, ὥστ' ἐξ αὐτοῦ ἅπαν σχῆμα συνίστασθαι καὶ εἰς αὐτὸ ἀναλύεσθαι, καὶ ὡς πάντων ὁ κύκλος τῶν ἰσοπεριμέτρων αὐτῷ καὶ ἰσοπλεύρων ἐστὶ πολυχωρητότερος καὶ ἄλλα τοιαῦτα, ἤρετο τὸν ἑαυτοῦ κύριον ὁ αἰχμάλωτος εἰ πύθοιτο τῶν διδασκάλων περὶ ὧν διδάσκουσι· καὶ ὃς ἐπέτρεψεν. ὁ δὲ τοὺς λόγους τῶν διδασκομένων ἐζήτει σαφηνίσαι αὐτούς. οἱ δ' ἠπό401 ρουν πρὸς τοῦτο· καὶ ὁ ἀρχηγὸς τῶν Ἀγαρηνῶν προσκαλεσάμενος τὸν αἰχμάλωτον, "σὺ δ'" ἔφη "δύναιο ἂν ἀποδοῦναι τοὺς λόγους τούτους;" κἀκεῖνος κατέθετο. "οὐκοῦν λέξον" εἶπε. καὶ ἀρξάμενος ὁ αἰχμάλωτος ἐσαφήνιζεν ἕκαστον καὶ λόγους ἀπεδίδου καὶ τὰς αἰτίας κατέλεγε. καὶ οἱ ἀκούοντες ἐν συνέσει τῶν λεγομένων ἐγίνοντο καὶ ὀξύτερον ἐπέβαλλον τοῖς θεωρήμασι, καὶ σφίσιν ηὐρύνετο ἡ διάνοια καὶ τὸν ἄνδρα ἐθαύμαζον ἤροντό τε εἰ καὶ ἄλλους ἔχει τοιούτους ἡ Κωνσταντίνου. ὁ δὲ "πολλούς" ἔφη "κρείττους ἐμοῦ κέκτηται, ἕνα δὲ τῶν ἁπάντων διδάσκαλον, ἄνδρα ἐν τοῖς τῆς φιλοσοφίας λόγοις παντὶ ἀπαράμιλλον." ἔρωτι