1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

118

δὲ μοναχὸς Μάρκος ὁ τὸ τετραῴδιον τοῦ μεγάλου σαββάτου ἀναπληρώσας ἔφη παρὼν πρὸς τὸν βασιλέα "τοῦτο 448 προείρηται παρὰ τοῦ ∆αβὶδ εἰρηκότος· «ὅσα ἐπονηρεύσατο ὁ ἐχθρὸς ἐν τῷ ἁγίῳ σου, καὶ ἐνεκαυχήσαντο οἱ μισοῦντές σε ἐν μέσῳ τῆς ἑορτῆς σου.» ἴσθι οὖν, βασιλεῦ, ὡς ἀπὸ τοῦδε χρόνον βασιλεύσεις δεκαετῆ." καὶ ὁ λόγος ἔργον ἐγένετο· ἔθανε γὰρ ὁ Λέων μετὰ δέκα ἐνιαυτοὺς κατ' αὐτὴν τὴν ἡμέραν καθ' ἣν ἐπλήγη τότε τὴν κεφαλήν. Ὁ ἤδη δὲ ῥηθεὶς Σαμωνᾶς παρὰ τῷ βασιλεῖ μεγάλα δυνάμενος πλοῦτόν τε δαψιλῆ περιβαλόμενος, καὶ τοῦτον λαβὼν εἰς τοὺς Ἀγαρηνούς, ὅθεν ὥρμητο, ἀπεδίδρασκεν. ἀλλ' ἑάλω τὸν Ἅλυν διαπερῶν· ὁ δὲ εἰς τὸν ἐν Σιριχᾷ σταυρὸν ἔλεγεν ἀπιέναι, τοῦτο εὐχὴν ποιησάμενος· ὃν λαβὼν Κωνσταντῖνος ὁ τοῦ ∆ουκὸς Ἀνδρονίκου υἱὸς εἰς τὸ Βυζάντιον ἐπανήγαγεν. ὁ δὲ βασιλεὺς ἔτι τηρῶν τῷ Σαμωνᾷ τὴν πρῴην διάθεσιν ἐνετείλατο τῷ Κωνσταντίνῳ, εἰ ἐρωτηθείη ἐνώπιον τῆς συγκλήτου περὶ τοῦ Σαμωνᾶ, μὴ εἰπεῖν ὅτι ἀπεδίδρασκεν, ἀλλ' ὅτι εἰς τὸν ἐν Σιριχᾷ ἀπῄει σταυρόν. τῇ δ' ἑξῆς τῆς συγκλήτου παρούσης ἤρετο μεθ' ὅρκων ἐπαγωγῆς τὸν Κωνσταντῖνον ὁ βασιλεὺς εἰ ἔφευγεν ὁ Σαμωνᾶς· ὁ δὲ διὰ τοὺς ὅρκους ψεύσασθαι μὴ θελήσας εἶπεν ὅτι εἰς τὴν οἰκείαν πατρίδα τὴν Μελιτηνὴν 449 ἀπῄει. ὁ βασιλεὺς δὲ τὸν μὲν Κωνσταντῖνον μετ' ὀργῆς ἀπεπέμψατο, τὸν δὲ Σαμωνᾶν μετὰ ταῦτα τῆς προτέρας ἠξίωσεν οἰκειώσεως, εἶτα καὶ πατρίκιον ἐτίμησε καὶ παρακοιμώμενον προεβάλετο· ὃς εἰς πολλὰ τῶν οὐ καθηκόντων τὸν αὐτοκράτορα προεβίβαζεν, ὧν ἓν καὶ τὸ βιάσασθαι τὸν πατριάρχην δέξασθαι αὐτὸν καὶ τοῦ ἀφορισμοῦ ἀπολῦσαι. μεταπεμψάμενος οὖν τὸν ἀρχιερέα ὁ βασιλεὺς ἐδεῖτο δεχθῆναι. ὡς δ' ἐκεῖνος ἦν ἀδυσώπητος, ἐκ τῶν βασιλείων αὐτίκα διαπερᾶται πρὸς τὴν Ἱέρειαν, κἀκεῖθεν πεζοποροῦντα εἰς τὸ ἐν Γαλακρήναις ἄγουσιν αὐτὸν μοναστήριον, ὃ αὐτὸς ἐδομήσατο, ἔτη προστάντα τῆς ἐκκλησίας ἕνδεκα. προεχειρίσθη δὲ πατριάρχης ὁ σύγκελλος Εὐθύμιος, ἀνὴρ ἱερός, ὃς καὶ βουλόμενον τὸν βασιλέα νόμῳ θεσπίσαι ἄγεσθαι κατὰ ταὐτὸν τὸν βουλόμενον γυναῖκας δύο ἢ καὶ τρεῖς ἄχρι τεττάρων πάσῃ σπουδῇ διεκώλυσε. Τῶν δὲ Ἀγαρηνῶν ναυσὶ τὰς τῶν Ῥωμαίων ληιζομένων χώρας, ὁ βασιλεὺς Ἱμέριον τὸν λογοθέτην τοῦ δρόμου τοῦ στόλου προβαλόμενος ἀρχηγὸν κατὰ τῶν ἐκ τῆς Ἄγαρ ἀπέστειλεν, 450 ἐντειλάμενος αὐτῷ καὶ τὸν ∆οῦκα προσλαβέσθαι Ἀνδρόνικον. ὁ δὲ δόλιος Σαμωνᾶς ἄσπονδον ἔχων ἔχθραν κατὰ τοῦ γένους τοῦ ∆ουκικοῦ ὑποτίθησί τινι τῶν φίλων τοῦ Ἀνδρονίκου δηλῶσαι αὐτῷ μὴ συμπλεῦσαι τῷ Ἱμερίῳ, ἐκκόψαι οἱ τὰ ὄμματα μέλλοντι κατὰ βασίλειον πρόσταγμα. διὸ οὐκ ἐπείσθη τῷ Ἱμερίῳ συνελθεῖν ὁ Ἀνδρόνικος, ὅθεν καὶ μόνος ἐκεῖνος ναυμαχήσας ἐκράτησε καὶ τοῦ τῶν πολεμίων περιεγένετο ναυτικοῦ. ἐντεῦθεν ἀπεγνωκὼς ὁ Ἀνδρόνικος συγγενεῖς τε καὶ δούλους αὐτοῦ προσλαβόμενος κατέσχε τὴν Κάβαλαν, ὀχυρόν τι φρούριον τοῦ Ἰκονίου οὐ πάνυ τι διακείμενον μήκοθεν. ὁ δὲ Σαμωνᾶς οὐ διέλιπε τὸν βασιλέα ἐρεθίζων καὶ εἰς ὀργὴν παρακινῶν κατὰ τοῦ ἀνδρός. μαθὼν δ' ἐκεῖνος καὶ τὴν τοῦ πατριάρχου Νικολάου ἐκ τῆς ἐκκλησίας ἐξώθησιν καὶ πάντοθεν ἀπογνοὺς πανοικεσίᾳ τοῖς Ἀγαρηνοῖς προσελήλυθεν. ὁ δὲ βασιλεὺς τοῦτο γνοὺς ὑπερήλγησεν, ἐναντίον ἕξειν τὸν ἄνδρα ἀνθ' ὑπερμάχου πτοούμενος. γραφὴν τοίνυν ἐγχαράττει βασίλειον, δι' ἧς τῷ Ἀνδρονίκῳ καὶ ἀμνηστία τῶν πραχθέντων ἐπρυτανεύετο καὶ 451 ὑπονόστησις ἐπετρέπετο καὶ πολλῶν δόσις ἐπήγγελτο ἀγαθῶν. ταύτην ἐμβαλόντες κηρῷ τὴν γραφὴν καὶ λαμπάδι τὸν κηρὸν ἀπεικάσαντες Σαρακηνῷ τῶν αἰχμαλώτων ἑνὶ τῆς εἱρκτῆς ἐκβληθέντι ἐγχειρίζουσιν, ἐντειλάμενοι τῷ Ἀνδρονίκῳ δοῦναι αὐτήν. τοῦτον δὴ τὸν Ἀγαρηνὸν ὁ Σαμωνᾶς μετακαλεσάμενος ἐν ἀπορρήτοις φησὶ πρὸς αὐτόν "οἶδας ὅτι τὸν ὄλεθρον τῆς Συρίας ὅλης φέρεις ἐν ταῖς χερσίν; ἵνα γοῦν καὶ τὴν πατρίδα σώσῃς καὶ τοὺς ὁμογενεῖς, τὸν κηρὸν τοῦτον ἐγχείρισον τῷ οὐζήρ." ὁ δὲ πεποίηκεν ὡς παρήγγελτο· καὶ γνόντες οἱ τῆς Ἄγαρ τὴν δύναμιν τῆς γραφῆς καὶ τὸν Ἀνδρόνικον δεσμοῦσι καὶ πάντας τοὺς σὺν αὐτῷ. ὁ μὲν οὖν Ἀνδρόνικος ἐν τοῖς