1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

78

ἐφ᾽ ὅσον ὁ Κύριος συντηρεῖ ἡμᾶς, καὶ οἱ φίλοι πάντες ἡμᾶς περιέπουσι, καὶ οἱ ἐχθροὶ πάντες πρὸς ἡμᾶς ἀδυνατοῦσιν. Ἐπὰν δὲ ὁ Κύριος ἡμᾶς ἐγκαταλείπῃ, τότε καὶ οἱ φίλοι πάντες ἐγκαταλείπουσι, καὶ οἱ ἐχθροὶ πάντες καθ᾽ ἡμῶν ἰσχύουσιν. Ἀλλὰ καὶ ὁ εἰς ἑαυτὸν θαρρῶν, πεσεῖται πτῶμα ἐξαίσιον· ὁ δὲ φοβούμενος τὸν Κύριον ὑψωθήσεται. ∆ιὰ τοῦτο ὁ ∆αβὶδ ἔλεγεν· "Οὐ γὰρ ἐπὶ τῷ τόξῳ μου ἐλπιῶ, καὶ ἡ ῥομφαία μου οὐ σώσει με. Ἔσωσας γὰρ ἡμᾶς ἐκ τῶν θλιβόντων ἡμᾶς, καὶ τοὺς μισοῦντας ἡμᾶς κατήσχυνας».

44 (μδ'). Μὴ ἀνασχώμεθα τῶν λογισμῶν τῶν σμικρυνόντων ἡμῶν τὰς ἁμαρτίας, καὶ τὴν ἄφεσιν αὐτῶν γεγονέναι μαντευομένων. Περὶ αὐτῶν γὰρ ὁ Κύριος ἀσφαλιζόμενος ἡμᾶς ἔλεγε· "Προσέχετε ἑαυτοῖς ἀπὸ τῶν ψευδοπροφητῶν, οἵτινες ἐλεύσονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων· ἔσωθεν δέ, εἰσὶ λύκοι ἅρπαγες". Ἐφ᾽ ὅσον γὰρ ὁ νοῦς ἡμῶν ὑπὸ τῆς ἁμαρτίας ὀχλεῖται, οὔπω τῆς συγχωρήσεως αὐτῆς ἐτύχομεν· οὐδέπω γὰρ καρποὺς ἀξίους τῆς μετανοίας πεποιήκαμεν. Καρπὸς μετανοίας ἐστὶν ἀπάθεια ψυχῆς· ἀπάθεια δέ, ἐξάλειψις ἁμαρτίας. Οὔπω δὲ ἔχομεν τελείαν ἀπάθειαν, ποτὲ μὲν ὀχλούμενοι ὑπὸ τῶν παθῶν, ποτὲ δὲ μὴ ὀχλούμενοι. Οὐκ ἄρα τῆς τῶν ἁμαρτιῶν ἀφέσεως τελείως ἐτύχομεν. Τῆς (14__440> μὲν γὰρ προγονικῆς ἁμαρτίας διὰ τοῦ ἁγίου βαπτίσματος ἐλευθερώθημεν, τῆς δὲ μετὰ τὸ βάπτισμα τολμηθείσης διὰ τῆς μετανοίας ἐλευθερούμεθα.

45 (με'). Μετανοήσωμεν οὖν γνησίως, ἵνα τῶν παθῶν ἐλευθερούμενοι τῆς τῶν ἁμαρτιῶν ἀφέσεως τύχωμεν. Περι φρονήσωμεν τῶν προσκαίρων, ἵνα μὴ δι᾽ αὐτὰ τοῖς ἀνθρώποις μαχόμενοι τὴν ἐντολὴν τῆς ἀγάπης παραβῶμεν, καὶ τῆς τοῦ Θεοῦ ἀγάπης ἐκπέσωμεν. "Πνεύματι περιπατῶμεν, καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσομεν». Γρηγορήσωμεν, νήψωμεν, ἀποβάλωμεν λοιπὸν τὸν ὕπνον τῆς ῥᾳθυμίας. Ζηλώσωμεν τοὺς ἁγίους ἀθλητὰς τοῦ Σωτῆρος· μιμησώμεθα αὐτῶν τοὺς ἀγῶνας, τῶν [μὲν] ὄπισθεν ἐπιλανθανόμενοι, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενοι. Μιμησώμεθα τὸν ἀκατάπαυστον αὐτῶν δρόμον, τὴν ζέουσαν προθυμίαν, τῆς ἐγκρατείας τὴν καρτερίαν, τῆς σωφροσύνης τὸν ἁγιασμόν, τῆς ὑπομονῆς τὴν γενναιότητα, τῆς μακροθυμίας τὴν ἀνοχήν, τῆς συμπαθείας τὸν οἶκτον, τῆς πραΰτητος τὸ ἀτάραχον, τοῦ ζήλου τὴν θερμότητα, τῆς ἀγάπης τὸ ἀνυπόκριτον, τῆς ταπεινοφροσύνης τὸ ὕψος, τῆς ἀκτημοσύνης τὸ ἀπέριττον, τὴν ἀνδρείαν, τὴν χρηστότητα, τὴν ἐπιείκειαν.

Μὴ ὑπτιωθῶμεν ταῖς ἡδοναῖς, μὴ χαυνωθῶμεν τοῖς λογισμοῖς, μὴ ῥυπώσωμεν τὴν συνείδησιν, τὴν εἰρήνην διώκωμεν μετὰ πάντων καὶ τὸν ἁγιασμόν· οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον. Καὶ ἐπὶ τούτοις φύγωμεν τὸν κόσμον, ἀδελφοί, (14__442> καὶ τὸν κοσμοκράτορα. Καταλείψωμεν τὴν σάρκα, καὶ τὰ σαρκικά. Εἰς οὐρανοὺς ἀναδράμωμεν· ἐκεῖ ἕξωμεν ἡμῶν τὸ πολίτευμα. Τὸν θεῖον Ἀπόστολον μιμησώμεθα, τὸν Ἀρχηγὸν τῆς ζωῆς καταλάβωμεν, τῆς πηγῆς τῆς ζωῆς ἀπολαύσωμεν. Σὺν ἀγγέλοις χορεύσωμεν, σὺν ἀρχαγγέλοις ὑμνήσωμεν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν· ᾧ ἡ δόξα καὶ τὸ κράτος ἅμα τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.