1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

8

Ὅπερ ὁ γνῶναι δυνηθείς, ἐκ τοῦ παθεῖν τὰ λεγόμενα εἴσεται πάντως γνωρίσας ἤδη κατὰ τὴν πεῖραν ἐναργῶς τὸ οἰκεῖον ἀξίωμα, πῶς ἀποδίδοται τῇ εἰκόνι τὸ κατ᾽ εἰκόνα, πῶς τιμᾶται τὸ ἀρχέτυπον, τίς τοῦ μυστηρίου τῆς ἡμῶν σωτηρίας ἡ δύναμις, καὶ ὑπὲρ τίνος Χριστὸς ἀπέθανε· πῶς τε πάλιν ἐν αὐτῷ μεῖναι δυνάμεθα, καὶ αὐτὸς ἐν ἡμῖν, καθὼς εἶπε, καὶ πῶς "ἐστὶν εὐθὺς ὁ λόγος τοῦ Κυρίου, καὶ πάντα τὰ ἔργα αὐτοῦ ἐν πίστει». Ἀλλ᾽ ἐπανάγωμεν πρὸς τὸν εἱρμὸν τοῦ λόγου τὸν λόγον, τούτοις περὶ τούτων ἀρκεσθέντες.

Τὸν γὰρ νοῦν διὰ τῆς σοφίας ἔφασκε κινούμενον, εἰς θεωρίαν ἰέναι· διὰ δὲ τῆς θεωρίας, εἰς γνῶσιν· διὰ δὲ τῆς γνώσεως, εἰς ἄληστον γνῶσιν· διὰ δὲ τῆς ἀλήστου γνώσεως, εἰς τὴν ἀλήθειαν· περὶ ἣν ὁ νοῦς ὅρον τῆς κινήσεως δέχεται, περιγραφομένης αὐτῷ τῆς τε οὐσίας καὶ τῆς δυνάμεως καὶ τῆς ἕξεως καὶ τῆς ἐνεργείας.

Νοῦ γὰρ ἔλεγε δύναμιν εἶναι τὴν σοφίαν, καὶ αὐτὸν εἶναι τὸν νοῦν δυνάμει σοφίαν· τὴν δὲ θεωρίαν, ἕξιν· τὴν δὲ γνῶσιν, ἐνέργειαν· τὴν δὲ ἄληστον γνῶσιν, σοφίας τε καὶ θεωρίας καὶ γνώσεως, ἤγουν δυνάμεως καὶ ἕξεως καὶ ἐνεργείας, τὴν περὶ τὸ 14__076 γνωστὸν τὸ ὑπὲρ πᾶσαν τὴν γνῶσιν ἀκατάληκτον καὶ ἑκτικὴν ἀεικινησίαν, ἧς πέρας ἐστίν, ὡς ἀλάθητον γνωστόν, ἡ ἀλήθεια· ὃ καὶ θαυμάζειν ἄξιον, πῶς τὸ ἄληστον λήγει περιγραφόμενον, ἢ δηλονότι ὡς Θεῷ τῇ ἀληθείᾳ περατούμενον· Θεὸς γὰρ ἡ ἀλήθεια περὶ ὃν ἀκαταλήκτως τε καὶ ἀλήστως κινούμενος ὁ νοῦς, λήγειν οὐκ ἔχει ποτὲ τῆς κινήσεως, μὴ εὑρίσκων πέρας ἔνθα μὴ ἔστι διάστημα. Τὸ γὰρ θαυμαστὸν μέγεθος τῆς θείας ἀπειρίας ἄποσόν τί ἐστι καὶ ἀμερὲς καὶ παντελῶς ἀδιάστατον, καὶ τὴν οἱανοῦν πρὸς τὸ γνωσθῆναι, ὅ τί ποτέ ἐστι κατ᾽ οὐσίαν, φθάνουσαν αὐτὸν οὐκ ἔχον κατάληψιν. Τὸ δὲ μὴ ἔχον διάστημα ἢ κατάληψιν καθ᾽ ὁτιοῦν οὐκ ἔστι τινὶ περατόν.

Τὸν δὲ λόγον ὡσαύτως διὰ τῆς φρονήσεως κινούμενον εἰς τὴν πρᾶξιν ἰέναι, διὰ δὲ τῆς πράξεως εἰς ἀρετήν, διὰ δὲ τῆς ἀρετῆς, εἰς τὴν πίστιν, τὴν ὄντως βεβαίαν καὶ ἄπτωτον τῶν θείων πληροφορίαν· ἣν πρώτην ἔχων δυνάμει κατὰ τὴν φρόνησιν ὁ λόγος, ὕστερον ἐνεργείᾳ κατὰ τὴν ἀρετὴν ἐπιδείκνυται, διὰ τὴν ἐπ᾽ ἔργων φανέρωσιν. "Ἡ" γὰρ "χωρὶς ἔργων πίστις νεκρόν τι», καθὼς γέγραπται· πᾶν δὲ νεκρὸν καὶ ἀνενέργητον, οὐκ ἄν ποτέ τις εὖ φρονῶν τοῖς καλοῖς εἶναι θαρσήσειεν εἰπεῖν ἐνάριθμον. ∆ιὰ δὲ τῆς πίστεως εἰς τὸ ἀγαθόν, περὶ ὃ δέχεται τέλος, παυόμενος τῶν οἰκείων ἐνεργειῶν ὁ λόγος, περιγραφομένης αὐτοῦ τῆς τε δυνάμεως καὶ τῆς ἕξεως καὶ τῆς ἐνεργείας.

Λόγου γὰρ ἔφασκεν εἶναι δύναμιν τὴν φρόνησιν· καὶ αὐτὸν εἶναι δυνάμει τὸν λόγον, φρόνησιν· ἕξιν δέ, τὴν πρᾶξιν· ἐνέργειαν δέ, τὴν ἀρετήν· τὴν δὲ πίστιν φρονήσεώς τε καὶ πράξεως καὶ 14__078 ἀρετῆς, ἤγουν δυνάμεως ἕξεώς τε καὶ ἐνεργείας, ἐνδιάθετον πῆξιν καὶ ἀναλλοίωτον· ἧς πέρας ἔσχατόν ἐστι τὸ ἀγαθόν, περὶ ὃ καταλήγων τῆς κινήσεως ὁ λόγος παύεται. Θεὸς γάρ ἐστι τὸ ἀγαθόν, ᾧ πέφυκε πᾶσα καὶ παντὸς λόγου περατοῦσθαι δύναμις.

Πῶς δὲ καὶ τίνα τρόπον τούτων ἕκαστον κατορθοῦται καὶ εἰς ἐνέργειαν ἄγεται, καὶ τίνα τούτων ἑκάστῳ ἠναντίωται ἢ προσῳκείωται καὶ ἐπὶ πόσον, διαιρεῖν τε καὶ λέγειν, οὐ τῆς παρούσης ἐστὶν ὑποθέσεως.

Πλὴν τοῦ ὅσον γιγνώσκειν, ὅτι πᾶσα ψυχὴ ἡνίκα διὰ τῆς χάριτος τοῦ ἁγίου Πνεύματος καὶ τῆς οἰκείας φιλοπονίας καὶ σπουδῆς ἀλλήλοις ταῦτα συνάψαι τε καὶ ἱστουργῆσαι δυνηθῇτὸν λόγον φημὶ τῷ νῷ, καὶ τῇ σοφίᾳ τὴν φρόνησιν, καὶ τῇ θεωρίᾳ τὴν πρᾶξιν, καὶ τῇ γνώσει τὴν ἀρετήν, καὶ τῇ ἀλήστῳ γνώσει τὴν πίστιν, οὐδενὸς ἐλαττουμένου πρὸς τὸ ἕτερον ἢ πλεονάζοντος, πάσης αὐτοῖς περικοπείσης ὑπερβολῆς καὶ ἐλλείψεως, καί, ἵνα συνελὼν εἴπω, μονάδα τὴν ἑαυτῆς δεκάδα