1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

57

ἔξω ἄνθρωπον εὐκόλως τις ποιεῖ μοναχόν, μόνον ἐὰν θελήσῃ· οὐκ ὀλίγος δὲ ἀγὼν τὸν ἔσω ἄνθρωπον ποιῆσαι μοναχόν.

4.51 (να') Τίς ἄρα ἐστὶν ἐν τῇ γενεᾷ ταύτῃ ὁ παντάπασιν ἀπαλλαγεὶς ἐμπαθῶν νοημάτων καὶ τῆς καθαρᾶς καὶ ἀΰλου καταξιωθεὶς προσευχῆς, ὅπερ ἐστὶ σημεῖον τοῦ ἔνδον μοναχοῦ;

4.52 (νβ') Πολλὰ πάθη ἐν ταῖς ψυχαῖς ἡμῶν κέκρυπται· τότε δὲ ἐλέγχονται, ὅταν τὰ πράγματα ἀναφαίνωνται.

4.53 (νγ') ∆ύναταί τις μὴ ὀχλεῖσθαι ὑπὸ τῶν παθῶν ἐν τῇ τῶν πραγμάτων (14__330> ἀπουσίᾳ, μερικῆς τυχὼν ἀπαθείας· ἐὰν δὲ ἀναφανῶσι τὰ πράγματα, εὐθὺς τὰ πάθη τὸν νοῦν περισπῶσι.

4.54 (νδ') Μὴ νόμιζε τελείαν ἔχειν ἀπάθειαν, τοῦ πράγματος μὴ παρόντος. Ὅταν δὲ ἀναφανῇ καὶ μείνῃς ἀκίνητος πρός τε τὸ πρᾶγμα καὶ τὴν μετὰ ταῦτα μνήμην αὐτοῦ, τότε γνῶθι σεαυτὸν τῶν ὅρων αὐτῆς ἐπιβεβηκέναι. Πλὴν μηδὲ οὕτω καταφρονήσῃς, διότι ἀρετὴ μὲν χρονίζουσα νεκροῖ τὰ πάθη, ἀμελουμένη δὲ πάλιν ἐγείρει αὐτά.

4.55 (νε') Ὁ ἀγαπῶν τὸν Χριστόν, πάντως καὶ μιμεῖται αὐτὸν κατὰ δύναμιν. Οἷον ὁ Χριστὸς τοὺς ἀνθρώπους εὐεργετῶν οὐκ ἐπαύσατο καὶ ἀχαριστούμενος καὶ βλασφημούμενος ἐμακροθύμει καὶ τυπτόμενος ὑπ᾽ αὐτῶν καὶ φονευόμενος ὑπέμενε, μηδενὶ τὸ σύνολον τὸ κακὸν λογιζόμενος. Ταῦτα δὲ τὰ τρία εἰσὶ τὰ ἔργα τῆς εἰς τὸν πλησίον ἀγάπης, ὧν χωρὶς ὁ λέγων ἀγαπᾶν τὸν Χριστὸν ἢ τῆς βασιλείας αὐτοῦ τυχεῖν ἑαυτὸν ἀπατᾷ· Οὐ γὰρ ὁ λέγων μοι, φησί, Κύριε Κύριε, οὗτος εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ᾽ ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου· καὶ πάλιν· Ὁ ἀγαπῶν ἐμὲ τὰς ἐντολάς μου τηρήσει· καὶ τὰ ἑξῆς.

4.56 (νστ') Ἅπας ὁ σκοπὸς τῶν ἐντολῶν τοῦ Σωτῆρος, ἵνα ἀκρασίας καὶ μίσους τὸν νοῦν ἐλευθερώσῃ καὶ εἰς τὴν αὐτοῦ ἀγάπην καὶ τοῦ πλησίον ἀγάγῃ, ἐξ ὧν τίκτεται τὸ φέγγος τῆς κατ᾽ ἐνέργειαν ἁγίας γνώσεως.

4.57 (νζ') Μερικῆς γνώσεως παρὰ τοῦ Θεοῦ καταξιωθείς, μὴ ἀμέλει ἀγάπης καὶ ἐγκρατείας· αὗται γὰρ τὸ παθητικὸν μέρος τῆς ψυχῆς (14__332> ἐκκαθαίρουσαι τὴν ἐπὶ τὴν γνῶσιν ὁδὸν ἀεί σοι εὐτρεπίζουσιν.

4.58 (νη') Ὁδὸς ἐπὶ τὴν γνῶσίν ἐστιν ἀπάθεια καὶ ταπείνωσις, ὧν χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον.

4.59 (νθ') Ἐπειδὴ ἡ γνῶσις φυσιοῖ, ἡ δὲ ἀγάπη οἰκοδομεῖ, σύζευξον τῇ γνώσει τὴν ἀγάπην καὶ ἔσῃ ἄτυφος καὶ πνευματικὸς οἰκοδόμος καὶ σεαυτὸν οἰκοδομῶν καὶ πάντας τοὺς ἐγγίζοντάς σοι.

4.60 (ξ') Ἐντεῦθεν ἡ ἀγάπη οἰκοδομεῖ, ἐπειδὴ οὐδὲ φθονεῖ οὐδὲ πρὸς τοὺς φθονοῦντας πικραίνεται οὐδὲ τὸ φθονούμενον δημοσιεύει ἐπιδεικτικῶς οὐδὲ λογίζεται ἑαυτὸν ἤδη κατειληφέναι καὶ ὧν δὲ οὐκ οἶδεν ὁμολογεῖ ἀνερυθριάστως τὴν ἄγνοιαν· οὕτως οὖν τὸν νοῦν ἄτυφον ἀπεργάζεται καὶ προκόπτειν εἰς τὴν γνῶσιν ἀεὶ παρασκευάζει.

4.61 (ξα') Πέφυκέ πως παρέπεσθαι τῇ γνώσει οἴησις καὶ φθόνος, ἐν προοιμίοις μάλιστα· καὶ ἡ μὲν οἴησις, ἔνδοθεν μόνον· ὁ δὲ φθόνος, καὶ ἔνδοθεν καὶ ἔξωθεν· καὶ ἔνδοθεν μέν, πρὸς τοὺς ἔχοντας γνῶσιν· ἔξωθεν δέ, ἀπὸ τῶν ἐχόντων. Ἡ οὖν ἀγάπη τὰ τρία ἀνατρέπει· τὴν μὲν οἴησιν, ἐπειδὴ οὐ φυσιοῦται· τὸν δὲ ἔνδοθεν φθόνον, ἐπειδὴ οὐ ζηλοῖ· τὸν δὲ ἔξωθεν, ἐπειδὴ μακροθυμεῖ καὶ χρηστεύεται. Ἀνάγκη οὖν τὸν ἔχοντα γνῶσιν προσλαβέσθαι καὶ τὴν ἀγάπην, ἵνα ἄτρωτον τὸν νοῦν ἐν παντὶ διαφυλάττῃ.

4.62 (ξβ') Ὁ τοῦ χαρίσματος τῆς γνώσεως καταξιωθεὶς καὶ λύπην ἢ μνησικακίαν ἢ μῖσος πρὸς ἄνθρωπον ἔχων, ὅμοιός ἐστι τοῦ (14__334> ἀκάνθαις καὶ