1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

69

"Τὰ νοήματα, τῶν πραγμάτων εἰσὶ νοήματα· τῶν δὲ πραγμάτων, τὰ μὲν εἰσὶν αἰσθητά, τὰ δὲ νοητά. Ἐν αὐτοῖς οὖν ὁ νοῦς διατρίβων, τὰ νοήματα αὐτῶν περιφέρει· ἡ δὲ χάρις τῆς προσευχῆς τῷ Θεῷ συνάπτει τὸν νοῦν· τῷ δὲ Θεῷ συνάπτουσα, χωρίζει πάντων τῶν νοημάτων. Τότε οὖν ὁ νοῦς γυμνὸς αὐτῷ προσομιλῶν θεοειδὴς γίνεται. Τοιοῦτος δὲ γινόμενος, τὰ πρέποντα παρ᾽ αὐτοῦ αἰτεῖ καὶ τῆς δεήσεως αὐτοῦ οὐ διαμαρτάνει ποτέ. ∆ιὰ τοῦτο οὖν ὁ Ἀπόστολος ἀδιαλείπτως κελεύει προσεύχεσθαι, ἵνα τὸν νοῦν τῷ Θεῷ συνεχῶς συνάπτοντες κατὰ μικρὸν ἀπορρήξωμεν τῆς τῶν ὑλικῶν προσπαθείας».

25 (κε'). Καὶ ὁ Ἀδελφὸς εἶπε· "Καὶ πῶς ὁ νοῦς δύναται ἀδιαλείπτως προσεύχεσθαι; Καὶ γὰρ ψάλλοντες καὶ

ἀναγινώσκοντες καὶ συντυγχάνοντες καὶ διακονοῦντες, εἰς πολλὰ αὐτὸν περισπῶμεν νοήματά τε καὶ θεωρήματα».

(14__392> Καὶ ἀπεκρίθη ὁ Γέρων· "Οὐδὲν τῶν ἀδυνάτων ἡ θεία Γραφὴ προστάσσει· ἐπεὶ καὶ αὐτὸς ὁ Ἀπόστολος

καὶ ἔψαλλεν καὶ ἀνεγίνωσκε καὶ διηκόνει, καὶ ἀδιαλείπτως προσηύχετο. Ἀδιάλειπτος γάρ ἐστι προσευχή, τὸ τὸν νοῦν ἔχειν ἐν εὐλαβείᾳ πολλῇ καὶ πόθῳ προσκείμενον τῷ Θεῷ, καὶ τῆς ἐλπίδος αὐτοῦ ἀεὶ ἀποκρέμασθαι, καὶ εἰς αὐτὸν θαρρεῖν ἐν πᾶσι, τοῖς τε ἔργοις καὶ τοῖς συμβαίνουσιν. Οὕτως διακείμενος ὁ Ἀπόστολος ἔλεγε· "Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ· θλίψις, ἢ στενοχωρία;" καὶ τὰ ἑξῆς. Καὶ μετ᾽ ὀλίγα· "Πέπεισμαι γάρ, ὅτι οὔ τε θάνατος, οὔτε ζωή, οὔτε ἄγγελοι». Καὶ πάλιν· "Ἐν παντὶ θλιβόμενοι, καὶ οὐ στενοχωρούμενοι· ἀπορούμενοι, καὶ οὐκ ἐξαπορούμενοι· διωκόμενοι, ἀλλ᾽ οὐ καταλιμπανόμενοι· καταβαλλόμενοι, ἀλλ᾽ οὐκ ἀπολλύμενοι. Πάντοτε τὴν νέκρωσιν τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν».

26 (κστ'). Οὕτως οὖν ὁ Ἀπόστολος διακείμενος, ἀδιαλείπτως προσηύχετο· ἐν πᾶσι γὰρ τοῖς ἔργοις, ὡς εἴρηται, καὶ τοῖς συμβαίνουσιν αὐτῷ τῆς ἐλπίδος τοῦ Θεοῦ ἀπεκρέματο. ∆ιὰ τοῦτο ταῖς θλίψεσιν ἀεὶ ἔχαιρον πάντες οἱ ἅγιοι, ἵνα εἰς ἕξιν ἔλθωσι τῆς θείας ἀγάπης. Καὶ διὰ τοῦτο ἔλεγεν ὁ Ἀπόστολος· "Ἥδιστα οὖν καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου, ἵνα ἐπισκηνώσῃ ἐπ᾽ ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ». Καὶ μετ᾽ ὀλίγα· "ὅταν ἀσθενῶ, τότε δυνατός εἰμι». Ἀλλ᾽ οὐαὶ ἡμῖν τοῖς ἀθλίοις, ὅτι κατελίπομεν (14__394> τὴν ὁδὸν τῶν ἁγίων Πατέρων, καὶ διὰ τοῦτο ἔρημοί ἐσμεν παντὸς ἔργου πνευματικοῦ».

27 (κζ'). Καὶ ὁ Ἀδελφὸς εἶπε· "∆ιὰ τί, Πάτερ, οὐκ ἔχω κατάνυξιν;" Καὶ ἀπεκρίθη ὁ Γέρων· "Ἐπειδὴ οὐκ ἔστι φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν ἡμῶν. Ἐπειδὴ

πάντων τῶν κακῶν γεγόναμεν καταγώγιον, καὶ διὰ τοῦτο ὡς ψιλοῦ νοήματος κατεφρονήσαμεν τῆς φοβερᾶς τοῦ Θεοῦ κολάσεως. Ἐπεὶ τίς οὐ κατανύγεται ἀκούων τοῦ μὲν Μωϋσέως ἐκ προσώπου Θεοῦ περὶ τῶν ἁμαρτωλῶν λέγοντος, ὅτι "Πῦρ ἐκκέκαυται ἐκ τοῦ θυμοῦ μου· καυθήσεται ἕως ᾅδου κατωτάτου. Καταφάγεται 'γῆν,' καὶ τὰ γεννήματα αὐτῆς· φλέξει θεμέλια ὀρέων. Συνάξω εἰς αὐτοὺς κακά, καὶ τὰ βέλη μου συντελέσω εἰς αὐτούς;" Καὶ πάλιν· "Παροξυνῶ ὡς ἀστραπὴν τὴν μάχαιράν μου, καὶ ἀνθέξεται κρίματος ἡ χείρ μου· καὶ ἀνταποδώσω δίκην τοῖς ἐχθροῖς καὶ τοῖς μισοῦσί με ἀνταποδώσω». Τοῦ δὲ Ἡσαΐου βοῶντος· "τίς ἀναγγελεῖ ὑμῖν ὅτι πῦρ καίεται; τίς ἀναγγελεῖ ὑμῖν τὸν τόπον τὸν αἰώνιον; Πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς 'ὑμῶν,' καὶ τῇ φλογί, ᾗ ἐξεκαύσατε». Καὶ πάλιν· "Ἐξελεύσονται, καὶ ὄψονται τὰ κῶλα τῶν ἀνθρώπων, τῶν παραβεβηκότων ἐν ἐμοί. Ὁ γὰρ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται· καὶ ἔσονται εἰς ὅρασιν πάσῃ σαρκί».