1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

45

βρωμάτων καὶ πομάτων ἀκρασία καὶ ἡ αὐτῶν τῶν γυναικῶν πυκνὴ καὶ ἄλογος συντυχία· περικόπτει δὲ ταύτας πεῖνα καὶ δίψα καὶ ἀγρυπνία καὶ ἀναχώρησις. Τὸν δὲ θυμὸν πάλιν ἐκταράσσουσιν αἱ ἐμπαθεῖς μνῆμαι τῶν λυπησάντων· αἰτίαι δὲ τούτων, φιληδονία καὶ κενοδοξία καὶ φιλοϋλία· διὰ γὰρ ταῦτα ὁ ἐμπαθῆς λυπεῖται ἢ ὡς στερηθεὶς ἢ ὡς μὴ ἐπιτυχών· περικόπτει δὲ ταύτας ἡ τούτων αὐτῶν καταφρόνησις καὶ ἐξουδένωσις διὰ τὴν εἰς Θεὸν ἀγάπην.

3.21 (κα') Γινώσκει ὁ Θεὸς ἑαυτόν, γινώσκει καὶ τὰ ὑπ᾽ αὐτοῦ γεγονότα· γινώσκουσι δὲ καὶ αἱ ἅγιαι δυνάμεις τὸν Θεόν, γινώσκουσι δὲ καὶ τὰ ὑπὸ τοῦ Θεοῦ γεγονότα. Ἀλλ᾽ οὐχ ὡς ὁ Θεὸς γινώσκει ἑαυτὸν καὶ τὰ ὑπ᾽ αὐτοῦ γεγονότα, οὔτω καὶ αἱ ἅγιαι δυνάμεις γινώσκουσι τὸν Θεὸν καὶ τὰ ὑπ᾽ αὐτοῦ γεγονότα.

3.22 (κβ') Ὁ μὲν Θεὸς ἑαυτὸν γινώσκει ἐκ τῆς μακαρίας οὐσίας αὐτοῦ· τὰ δὲ ὑπ᾽ αὐτοῦ γεγονότα ἐκ τῆς σοφίας αὐτοῦ, δι᾽ ᾗς καὶ ἐν ᾗ τὰ πάντα ἐποίησεν. Αἱ δὲ ἅγιαι δυνάμεις τὸν μὲν Θεὸν μετοχῇ 14__272 γινώσκουσι, ὑπὲρ μετοχὴν ὄντα· τὰ δὲ ὑπ᾽ αὐτοῦ γεγονότα ἀναλήψει τῶν ἐν αὐτοῖς θεωρημάτων.

3.23 (κγ') Ἔξω μὲν τοῦ νοῦ εἰσι τὰ γεγονότα, ἔνδον δὲ τὴν αὐτῶν θεωρίαν ἀναλαμβάνει. Οὐχ οὕτως δὲ ἐπὶ Θεοῦ τοῦ ἀϊδίου καὶ ἀπείρου καὶ ἀορίστου καὶ τὸ εἶναι καὶ εὖ εἶναι καὶ ἀεὶ εἶναι τοῖς οὖσι χαρισαμένου.

3.24 (κδ') Θεοῦ μετέχει τοῦ ἁγίου ἡ λογικὴ καὶ νοερὰ οὐσία, αὐτῷ τε τῷ εἶναι καὶ τῇ πρὸς τὸ εὖ εἶναι ἐπιτηδειότητι· ἀγαθότητός τέ φημι καὶ σοφίας· καὶ τῇ πρὸς τὸ ἀεὶ εἶναι χάριτι. Ταύτῃ οὖν τὸν Θεὸν γινώσκει· τὰ δὲ ὑπ᾽ αὐτοῦ γεγονότα, τῇ ἀναλήψει, ὡς εἴρηται, τῆς ἐν τοῖς γεγονόσι θεωρουμένης τεχνικῆς σοφίας, ἥτις ἐστὶ ψιλὴ καὶ ἀνυπόστατος ἐν τῷ νῷ συνισταμένη.

3.25 (κε') Τέσσαρα τῶν θείων ἰδιωμάτων συνεκτικὰ καὶ φρουρητικὰ καὶ διασωστικὰ τῶν ὄντων δι᾽ ἄκραν ἀγαθότητα ἐκοινοποίησεν ὁ Θεός, παραγαγὼν εἰς τὸ εἶναι τὴν λογικὴν καὶ νοερὰν οὐσίαν· τὸ ὄν, τὸ ἀεὶ ὄν, τὴν ἀγαθότητα καὶ τὴν σοφίαν. Τούτων τὰ μὲν δύο τῇ οὐσίᾳ παρέσχε· τὰ δὲ δύο τῇ γνωμικῇ ἐπιτηδειότητι· καὶ τῇ μὲν οὐσίᾳ τὸ ὂν καὶ τὸ ἀεὶ ὄν· τῇ δὲ γνωμικῇ ἐπιτηδειότητι τὴν ἀγαθότητα καὶ τὴν σοφίαν, ἵνα ἅπερ ἐστὶν αὐτὸς κατ᾽ οὐσίαν, γίνηται ἡ κτίσις κατὰ μετουσίαν. ∆ιὰ ταύτην κατ᾽ εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ λέγεται γεγενῆσθαι· καὶ κατ᾽ εἰκόνα μέν, ὡς ὄν, ὄντος· καὶ ὡς ἀεὶ ὄν, ἀεὶ ὄντος· εἰ καὶ μὴ ἀνάρχως, ἀλλ᾽ ἀτελευτήτως· καθ᾽ ὁμοίωσιν δέ, ὡς ἀγαθός, ἀγαθοῦ· καὶ ὡς σοφός, 14__274 σοφοῦ· τοῦ κατὰ φύσιν, ὁ κατὰ χάριν. Καὶ κατ᾽ εἰκόνα μὲν πᾶσα φύσις λογική ἐστι τοῦ Θεοῦ· καθ᾽ ὁμοίωσιν δέ, μόνοι οἱ ἀγαθοὶ καὶ σοφοί.

3.26 (κστ') Πᾶσα ἡ λογικὴ καὶ νοερὰ οὐσία διῄρηται εἰς δύο, τουτέστιν εἰς τὴν ἀγγελικὴν καὶ τὴν ἀνθρωπίνην φύσιν. Καὶ πᾶσα ἡ ἀγγελικὴ φύσις διῄρηται πάλιν εἰς δύο καθολικὰς γνώμας τε καὶ ἀγέλας, ἁγίας τε καὶ ἐναγεῖς, τουτέστιν εἰς ἁγίας δυνάμεις καὶ ἀκαθάρτους δαίμονας. Καὶ πᾶσα ἡ ἀνθρωπίνη διῄρηται εἰς γνώμας μόνον καθολικὰς δύο, εὐσεβεῖς λέγω καὶ ἀσεβεῖς.

3.27 (κζ') Ὁ μὲν Θεὸς ὡς αὐτοΰπαρξις ὢν καὶ αὐτοαγαθότης καὶ αὐτοσοφία, μᾶλλον δὲ ἀληθέστερον εἰπεῖν καὶ ὑπὲρ ταῦτα πάντα, οὐδὲν ἔχει τὸ σύνολον ἐναντίον. Τὰ δὲ κτίσματα, ὡς πάντα μὲν μεθέξει καὶ χάριτι τὴν ὕπαρξιν ἔχοντα, τὰ δὲ λογικὰ καὶ νοερὰ καὶ τὴν ἀγαθότητος καὶ σοφίας ἐπιτηδειότητα, ἔχουσιν ἐναντία· τῇ μὲν ὑπάρξει, τὸ μὴ ὑπάρχειν· τῇ δὲ ἀγαθότητος καὶ σοφίας ἐπιτηδειότητι, κακίαν καὶ ἀγνωσίαν. Καὶ τὸ μὲν ὑπάρχειν ἀεὶ ἢ μὴ ὑπάρχειν ταῦτα, ἐν τῇ ἐξουσίᾳ τοῦ πεποιηκότος ἐστί· τὸ δὲ μετέχειν τῆς ἀγαθότητος αὐτοῦ καὶ τῆς σοφίας ἢ μὴ μετέχειν, ἐν τῇ βουλήσει τῶν λογικῶν ὑπάρχει.

3.28 (κη') Οἱ μὲν Ἕλληνες ἐξ ἀϊδίου λέγοντες συνυπάρχειν τῷ Θεῷ τὴν τῶν ὄντων οὐσίαν, τὰς δὲ περὶ αὐτὴν ποιότητας μόνον ἐξ αὐτοῦ ἐσχηκέναι, τῇ μὲν οὐσίᾳ