1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

33

μὴ καὶ διάφοροι αὐτὸν διαδέχονται πνευματικαὶ θεωρίαι. Ἡ μὲν γὰρ ἀκρασίας καὶ μίσους μόνον τὸν νοῦν ἐλευθεροῖ, αἱ δὲ καὶ λήθης καὶ ἀγνοίας αὐτὸν ἀπαλλάττουσι· καὶ οὕτω δυνήσεται ὡς δεῖ προσεύχεσθαι.

2.6 (στ') Τῆς καθαρᾶς προσευχῆς δύο εἰσὶν ἀκρόταται καταστάσεις· ἡ μὲν τοῖς πρακτικοῖς, ἡ δὲ τοῖς θεωρητικοῖς ἐπισυμβαίνουσα. Καὶ ἡ μὲν ἐκ φόβου Θεοῦ καὶ ἐλπίδος ἀγαθῆς τῇ ψυχῇ ἐγγίνεται· ἡ δέ, ἀπὸ θείου ἔρωτος καὶ ἀκροτάτης καθάρσεως. Γνωρίσματα δὲ τοῦ μὲν πρώτου μέτρου, τὸ ἐντὸς συναγαγεῖν τὸν νοῦν ἐκ πάντων τῶν τοῦ κόσμου νοημάτων καὶ ὡς αὐτῷ αὐτοῦ παρισταμένου τοῦ Θεοῦ, ὥσπερ καὶ παρέστη, ποιεῖσθαι τὰς προσευχὰς ἀπερισπάστως καὶ ἀνενοχλήτως· τοῦ δὲ δευτέρου, τὸ ἐν αὐτῇ τῇ ὁρμῇ τῆς προσευχῆς ἁρπαγῆναι τὸν νοῦν ὑπὸ τοῦ θείου καὶ ἀπείρου φωτὸς καὶ μήτε ἑαυτοῦ μήτε τινὸς ἄλλου τῶν ὄντων τὸ σύνολον ἐπαισθάνεσθαι, εἰ μὴ μόνου τοῦ διὰ τῆς ἀγάπης ἐν αὐτῷ τὴν τοιαύτην ἔλλαμψιν ἐνεργοῦντος. Τότε δὲ καὶ περὶ τοὺς περὶ Θεοῦ λόγους κινούμενος, καθαρὰς καὶ τρανὰς τὰς περὶ αὐτοῦ λαμβάνει ἐμφάσεις.

2.7 (ζ') Ὅ τις ἀγαπᾷ, τοῦτο καὶ ἀντέχεται πάντως καὶ πάντων τῶν πρὸς τοῦτο ἐμποδιζόντων αὐτῷ καταφρονεῖ, ἵνα μὴ αὐτοῦ στερηθῇ· καὶ ὁ τὸν Θεὸν ἀγαπῶν ἐπιμελεῖται καθαρᾶς προσευχῆς καὶ πᾶν πάθος πρὸς τοῦτο ἐμποδίζον αὐτῷ ἀποβάλλει ἐξ ἑαυτοῦ.

2.8 (η') Ὁ τὴν μητέρα τῶν παθῶν ἀποβαλῶν φιλαυτίαν, καὶ τὰ λοιπὰ εὐχερῶς σὺν Θεῷ ἀποτίθεται, οἷον ὀργήν, λύπην, μνησικακίαν 14__214 καὶ τὰ ἑξῆς· ὁ δὲ ὑπὸ τοῦ προτέρου κρατούμενος, ὑπὸ τῶν δευτέρων κἂν μὴ θέλῃ τιτρώσκεται. Φιλαυτία δέ ἐστι τὸ πρὸς τὸ σῶμα πάθος.

2.9 (θ') ∆ιὰ τὰς πέντε ταύτας αἰτίας οἱ ἄνθρωποι ἀγαπῶσιν ἀλλήλους εἴτε ἐπαινετῶς εἴτε ψεκτῶς· οἷον ἢ διὰ τὸν Θεόν, ὡς ὁ ἐνάρετος πάντας καὶ ὡς ὁ τὸν ἐνάρετον κἂν μήπω ἐνάρετος· ἢ διὰ φύσιν, ὡς οἱ γονεῖς τὰ τέκνα καὶ ἔμπαλιν· ἢ διὰ κενοδοξίαν, ὡς ὁ δοξαζόμενος τὸν δοξάζοντα· ἢ διὰ φιλαργυρίαν, ὡς ὁ τὸν πλούσιον διὰ λήψιν· ἢ διὰ φιληδονίαν, ὡς ὁ τὴν γαστέρα θεραπευόμενος καὶ τὰ ὑπογάστρια. Καὶ ἡ μὲν πρώτη, ἐπαινετή· ἡ δὲ δευτέρα, μέση· αἱ δὲ λοιπαί, ἐμπαθεῖς.

2.10 (ι') Ἐὰν τινὰς μὲν μισῇς, τινὰς δὲ οὐδὲ ἀγαπᾷς οὐδὲ μισῇς· ἑτέρους δὲ ἀγαπᾷς, ἀλλὰ συμμέτρως, ἄλλους δὲ σφόδρα ἀγαπᾷς· ἐκ ταύτης τῆς ἀνισότητος γνῶθι ὅτι μακρὰν εἶ τῆς τελείας ἀγάπης, ἥτις ὑποτίθεται πάντα ἄνθρωπον ἐξ ἴσου ἀγαπῆσαι.

2.11 (ια') Ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν. Τουτέστι· πολέμησον τοὺς ἐχθρούς, ἵνα μειώσῃς τὰ πάθη· ἔπειτα δὲ νῆφε, ἵνα μὴ αὐξήσωσι. Καὶ πάλιν· πολέμησον, ἵνα κτήσῃ τὰς ἀρετάς, καὶ μετέπειτα νῆφε, ἵνα αὐτὰς διαφυλάξῃς. Καὶ τοῦτο ἂν εἴη τὸ ἐργάζεσθαι καὶ φυλάσσειν.

2.12 (ιβ') Οἱ κατὰ συγχώρησιν Θεοῦ πειράζοντες ἡμᾶς ἢ τὸ ἐπιθυμητικὸν τῆς ψυχῆς ἐκθερμαίνουσιν ἢ τὸ θυμικὸν ἐκταράσσουσιν 14__216 ἢ τὸ λογιστικὸν ἐπισκοτίζουσιν ἢ τὸ σῶμα ὀδύναις περιβάλλουσιν ἢ τὰ σωματικὰ διαρπάζουσιν.

2.13 (ιγ') Ἢ δι᾽ ἑαυτῶν ἡμᾶς οἱ δαίμονες ἐκπειράζουσιν ἢ τοὺς μὴ φοβουμένους τὸν Κύριον καθ᾽ ἡμῶν ἐφοπλίζουσι· καὶ δι᾽ ἑαυτῶν μέν, ὅταν ἐκ τῶν ἀνθρώπων ἰδιάσωμεν, ὥσπερ καὶ τὸν Κύριον ἐν τῇ ἐρήμῳ· διὰ τῶν ἀνθρώπων δέ, ὅταν μετ᾽ αὐτῶν συνδιατρίψωμεν, ὥσπερ καὶ τὸν Κύριον διὰ τῶν Φαρισαίων. Ἀλλ᾽ ἡμεῖς εἰς τὸν τύπον ἡμῶν ἀποβλεπόμενοι ἀμφοτέρωθεν αὐτοὺς ἀποκρουσώμεθα.

2.14 (ιδ') Ὅταν ἄρχηται ὁ νοῦς εἰς τὴν ἀγάπην τοῦ Θεοῦ προκόπτειν, τότε καὶ ὁ δαίμων τῆς βλασφημίας ἄρχεται ἐκπειράζειν αὐτὸν καὶ τοιούτους αὐτῷ λογισμοὺς ὑποβάλλει, οἵους ἀνθρώπων μὲν οὐδείς, μόνος δὲ ὁ τούτων πατὴρ διάβολος ἐφευρίσκει. Τοῦτο δὲ ποιεῖ φθονῶν τῷ θεοφιλεῖ, ἵνα εἰς ἀπόγνωσιν ἐλθὼν ὡς