1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

7

διαφυλάττῃ τὰς πρὸς τὸν Θεὸν κινήσεις· τὸν δὲ λόγον ὡσαύτως φρόνησιν καὶ εἶναι καὶ καλεῖσθαι, ὅταν σωφρόνως τὴν ὑπ᾽ αὐτοῦ κατὰ πρόνοιαν διοικουμένην ζωτικὴν δύναμιν ταῖς ἐνεργείαις συνάψας τῷ νῷ δείξειεν ἀδιάφορον· τὴν αὐτὴν αὐτῷ καὶ 14__070 ὁμοίαν δι᾽ ἀρετῆς ἔμφασιν τοῦ θείου φέρουσαν, ἣν καὶ ἐπιμερίζεσθαι τῷ τε νῷ καὶ τῷ λόγῳ φυσικῶς ἔλεγεν· ὡς εἶναι μᾶλλον καὶ συνισταμένη δείκνυσθαι προηγουμένως τὴν ψυχὴν ἐκ τοῦ νοῦ καὶ τοῦ λόγου, ὡς νοεράν τε καὶ λογικήν· τῆς ζωτικῆς ἐπ᾽ ἀμφοῖν κατὰ τὸ ἴσον δηλονότι, νοῦ τε καὶ λόγου φημί, θεωρουμένης δυνάμεως· οὐδ᾽ ὁπότερον γὰρ τούτων ζωῆς ἄμοιρον εἶναι θέμις ἐννοεῖν καὶ ὑπ᾽ ἀμφοῖν διειλημμένης, δι᾽ ἧς ὁ μὲν νοῦς, ὃν καὶ σοφίαν ἔφαμεν καλεῖσθαι, τῇ θεωρητικῇ ἕξει κατ᾽ ἀπόρρητον σιγήν τε καὶ γνῶσιν ἐξαπλούμενος πρὸς τὴν ἀλήθειαν δι᾽ ἀλήστου τε καὶ ἀκαταλήκτου γνώσεως ἄγεται, ὁ δὲ λόγος, ὃν ἐκαλέσαμεν φρόνησιν, τῇ πρακτικῇ ἕξει σωματικῶς κατ᾽ ἀρετὴν εἰς τὸ ἀγαθὸν διὰ πίστεως καταλήγει· ἐξ ὧν ἀμφοτέρων ἡ ἀληθὴς τῶν τε θείων καὶ τῶν ἀνθρωπίνων ἐπιστήμη συνέστηκε πραγμάτων, ἡ ὄντως ἄπταιστος γνῶσις καὶ πάσης τῆς κατὰ Χριστιανοὺς θειοτάτης φιλοσοφίας πέρας.

Καί, [ὡς] σαφέστερον περὶ τούτων εἰπεῖν, τῆς ψυχῆς τὸ μὲν ἔλεγε εἶναι θεωρητικόν, καθὼς εἴρηται, τὸ δὲ πρακτικόν· καὶ τὸ μὲν θεωρητικὸν ἐκάλει νοῦν, τὸ δὲ πρακτικόν, λόγον, ὡς πρώτας δηλαδὴ δυνάμεις τῆς ψυχῆς· καὶ πάλιν τὸν νοῦν, σοφίαν, τὸν δὲ λόγον, φρόνησιν, ὡς πρώτας ἐνεργείας. ∆ιεξοδικῶς δὲ πάλιν τὴν ψυχὴν ἔφασκεν εἶναι, κατὰ μὲν τὸ νοερόν, τὸν νοῦν, τὴν σοφίαν, τὴν θεωρίαν, τὴν γνῶσιν, τὴν ἄληστον γνῶσιν, τούτων δὲ τέλος εἶναι τὴν ἀλήθειαν· κατὰ δὲ τὸ λογικόν, τὸν λόγον, τὴν φρόνησιν, τὴν πρᾶξιν, τὴν ἀρετήν, τὴν πίστιν, τούτων δὲ τέλος εἷναι τὸ ἀγαθόν.

Τὴν ἀλήθειαν δὲ καὶ τὸ ἀγαθόν, τὸν Θεὸν ἔλεγε δηλοῦν, ἀλλὰ τὴν μὲν ἀλήθειαν, ὅταν ἐκ τῆς οὐσίας τὸ θεῖον σημαίνεσθαι 14__072 δοκῇ· ἁπλοῦν γάρ, καὶ μόνον, καὶ ἕν, καὶ ταὐτόν, καὶ ἀμερές, καὶ ἄτρεπτον, καὶ ἀπαθὲς πρᾶγμα ἡ ἀλήθεια καὶ ἀλάθητον, καὶ παντελῶς ἀδιάστατον· τὸ δὲ ἀγαθόν, ὅταν ἐκ τῆς ἐνεργείας. Εὐεργετικὸν γὰρ τὸ ἀγαθόν, καὶ προνοητικὸν τῶν ἐξ αὐτοῦ πάντων, καὶ φρουρητικόν, ἀπὸ τοῦ "ἄγαν εἶναι», ἢ "τεθεῖσθαι" ἢ "θέειν», κατὰ τὴν τῶν ἐτυμολογούντων δόξαν, πᾶσι τοῖς οὖσι τοῦ εἶναι καὶ διαμένειν καὶ κινεῖσθαι χαριστικόν.

Τὰς οὖν περὶ τὴν ψυχὴν νοουμένας πέντε συζυγίας περὶ τὴν μίαν τὴν τοῦ Θεοῦ σημαντικὴν συζυγίαν ἔλεγε καταγίγνεσθαι. Συζυγίαν δέ φημι νῦν τὸν νοῦν καὶ τὸν λόγον, τὴν σοφίαν καὶ τὴν φρόνησιν, τὴν θεωρίαν καὶ τὴν πρᾶξιν, τὴν γνῶσιν καὶ τὴν ἀρετήν, τὴν ἄληστον γνῶσιν καὶ τὴν πίστιν. Τὴν δὲ τοῦ θείου σημαντικήν, τὴν ἀλήθειαν καὶ τὸ ἀγαθόν· αἷς κατὰ πρόοδον ἡ ψυχὴ κινουμένη, τῷ Θεῷ τῶν ὅλων ἑνοῦται, μιμουμένη αὐτοῦ τῆς οὐσίας καὶ τῆς ἐνεργείας τὸ ἄτρεπτον καὶ εὐεργετικόν, διὰ τῆς ἐν τῷ καλῷ παγίας καὶ ἀμεταθέτου κατὰ τὴν προαίρεσιν ἕξεως.

Καί, ἵνα τούτων μικρόν τι μίξω θεώρημα πρόσφορον, τάχα αὕτη ἐστὶν ἡ θεία δεκὰς τῶν χορδῶν τοῦ κατὰ ψυχὴν νοητοῦ ψαλτηρίου, ἡ τὸν λόγον ὑπηχοῦντα τῷ Πνεύματι διὰ τῆς ἄλλης τῶν ἐντολῶν μακαρίας δεκάδος ἔχουσα, καὶ τοὺς ἐντελεῖς τε καὶ ἁρμονίους καὶ ἐμμελεῖς νοητῶς ἀποτελοῦσα φθόγγους, δι᾽ ὧν ὑμνεῖται ὁ Θεός· ἵν᾽ ἐγὼ μάθω, τίς ὁ τῆς ᾀδούσης καὶ τῆς ᾀδομένης δεκάδος [ὁ] λόγος, καὶ πῶς δεκάδι δεκὰς μυστικῶς ἑνουμένη τε καὶ συναπτομένη, Ἰησοῦν μὲν τὸν ἐμὸν Θεὸν καὶ 14__074 Σωτῆρα συμπληρωθέντα δι᾽ ἐμοῦ σωζομένου, πρὸς ἑαυτὸν ἐπανάγει τὸν ἀεὶ πληρέστατον καὶ μηδέποτε ἑαυτοῦ ἐκστῆναι δυνάμενον, ἐμὲ δὲ τὸν ἄνθρωπον θαυμαστῶς ἑαυτῷ ἀποκαθίστησι, μᾶλλον δὲ Θεῷ, παρ᾽ οὗ τὸ εἶναι λαβὼν ἔχω, καὶ πρὸς ὃν ἐπείγομαι, πόρρωθεν τὸ εὖ εἶναι προσλαβεῖν ἐφιέμενος.