1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

38

ἀνταποδοῦναι κακοῦ ἀβιάστως· τὸ γὰρ ἐκ διαθέσεως καλῶς ποιεῖν τοῖς μισοῦσι μόνης ἐστὶ τῆς πνευματικῆς τελείας ἀγάπης.

2.50 (ν') Οὐχ ὁ μὴ ἀγαπῶν τινα ἤδη πάντως καὶ μισεῖ αὐτόν, οὐδὲ πάλιν ὁ μὴ μισῶν ἤδη πάντως καὶ ἀγαπᾷ· ἀλλὰ δύναται ὡς μέσος εἶναι πρὸς αὐτόν, τουτέστι μήτε ἀγαπᾶν μήτε μισεῖν. Τὴν γὰρ ἀγαπητικὴν διάθεσιν μόνοι οἱ ἐν τῷ ἐνάτῳ κεφαλαίῳ ταύτης τῆς ἑκατοντάδος εἰρημένοι πέντε τρόποι ἐμποιεῖν πεφύκασιν, ὅ τε ἐπαινετὸς καὶ ὁ μέσος καὶ οἱ ψεκτοί.

2.51 (να') Ὅταν ἴδῃς τὸν νοῦν σου τοῖς ὑλικοῖς ἡδέως ἐνασχολούμενον καὶ τοῖς τούτων νοήμασιν ἐμφιλοχωροῦντα, γίνωσκε σεαυτὸν ταῦτα μᾶλλον ἢ τὸν Θεὸν ἀγαπῶντα· Ὅπου γάρ ἐστιν ὁ θησαυρός σου, φησὶν ὁ Κύριος, ἐκεῖ καὶ ἡ καρδία σου ἔσται.

2.52 (νβ') Νοῦς Θεῷ συναπτόμενος καὶ αὐτῷ ἐγχρωνίζων διὰ προσευχῆς καὶ ἀγάπης, σοφὸς γίνεται καὶ ἀγαθὸς καὶ δυνατὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων καὶ μακρόθυμος· καὶ ἁπλῶς εἰπεῖν, πάντα σχεδὸν τὰ θεῖα ἰδιώματα ἐν ἑαυτῷ περιφέρει. Τούτου δὲ ἀναχωρῶν καὶ τοῖς ὑλικοῖς προσχωρῶν, ἢ κτηνώδης γίνεται 14__238 φιλήδονος γεγονὼς ἢ θηριώδης, διὰ ταῦτα τοῖς ἀνθρώποις μαχόμενος.

2.53 (νγ') Κόσμον λέγει ἡ Γραφὴ τὰ ὑλικὰ πράγματα καὶ κοσμικοί εἰσιν οἱ τούτοις τὸν νοῦν ἐνασχολοῦντες, πρὸς οὓς καὶ λέγει ἐντρεπτικώτερον· Μὴ ἀγαπᾶτε τὸν κόσμον μηδὲ τὰ ἐν τῷ κόσμῳ· ἡ ἐπιθυμία τῆς σαρκὸς καὶ ἡ ἐπιθυμία τῶν ὀφθαλμῶν καὶ ἡ ἀλαζονεία τοῦ βίου οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, ἀλλ᾽ ἐκ τοῦ κόσμου ἐστί, καὶ τὰ ἑξῆς.

2.54 (νδ') Μοναχός ἐστιν ὁ τῶν ὑλικῶν πραγμάτων τὸν νοῦν ἀποχωρίσας καὶ δι᾽ ἐγκρατείας καὶ ἀγάπης καὶ ψαλμῳδίας καὶ προσευχῆς προσκαρτερῶν τῷ Θεῷ.

2.55 (νε') Κτηνοτρόφος μέν ἐστιν νοητῶς ὁ πρακτικός· κτηνῶν γὰρ λόγον ἐπέχουσι τὰ ἠθικὰ κατορθώματα, διὸ καὶ ἔλεγεν ὁ Ἰακώβ· Ἄνδρες κτηνοτρόφοι εἰσὶν οἱ παῖδές σου. Ποιμὴν δὲ προβάτων, ὁ γνωστικός· προβάτων γὰρ λόγον ἐπέχουσιν οἱ λογισμοί, ἐπὶ τὰ ὄρη τῶν θεωρημάτων ὑπὸ τοῦ νοῦ ποιμαινόμενοι, διὰ τοῦτο καί· Βδέλυγμα τοῖς Αἰγυπτίοις πᾶς ποιμὴν προβάτων, ἤγουν ταῖς ἐναντίαις δυνάμεσι.

2.56 (νστ') Ὁ μὲν φαῦλος νοῦς, κινουμένου τοῦ σώματος διὰ τῶν αἰσθήσεων ἐπὶ τὰς ἰδίας ἐπιθυμίας καὶ ἡδονάς, ἐξακολουθεῖ καὶ συγκατίθεται ταῖς τούτου φαντασίαις καὶ ὁρμαῖς· ὁ δὲ ἐνάρετος ἐγκρατεύεται καὶ κατέχει αὐτὸ ἀπὸ τῶν ἐμπαθῶν φαντασιῶν καὶ ὁρμῶν καὶ μᾶλλον φιλοσοφεῖ βελτίους ποιῆσαι τὰς τοιαύτας αὐτοῦ κινήσεις.

2.57 (νζ') Τῶν ἀρετῶν αἱ μέν εἰσι σωματικαί, αἱ δὲ ψυχικαί. Καὶ 14__240 σωματικαὶ μέν εἰσιν, οἷον νηστεία, ἀγρυπνία, χαμευνία, διακονία, ἐργόχειρον πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ἢ πρὸς μετάδοσιν καὶ τὰ ἑξῆς. Ψυχικαὶ δέ εἰσιν, οἷον ἀγάπη, μακροθυμία, πραότης, ἐγκράτεια, προσευχὴ καὶ τὰ ἑξῆς. Ἐὰν οὖν ἔκ τινος ἀνάγκης ἢ περιστάσεως σωματικῆς, οἷον ἀρρωστίας ἤ τινος τῶν τοιούτων, συμβῇ ἡμῖν μὴ δυνηθῆναι ἐκτελέσαι τὰς προειρημένας σωματικὰς ἀρετάς, συγγνώμην ἔχομεν παρὰ τοῦ καὶ τὰς αἰτίας εἰδότος. Τὰς δὲ ψυχικὰς μὴ ἐκτελοῦντες, οὐδεμίαν ἕξομεν ἀπολογίαν· οὐ γάρ εἰσιν ὑπὸ ἀνάγκην.

2.58 (νη') Ἡ εἰς Θεὸν ἀγάπη πάσης ἡδονῆς παρερχομένης καὶ παντὸς πόνου καὶ λύπης πείθει καταφρονεῖν τὸν μέτοχον αὐτῆς. Καὶ πειθέτωσάν σε οἱ ἅγιοι πάντες, τοσαῦτα πεπονθότες διὰ Χριστὸν μετὰ χαρᾶς.

2.59 (νθ') Πρόσεχε σεαυτῷ ἀπὸ τῆς μητρὸς τῶν κακῶν φιλαυτίας, ἥτις ἐστὶν ἡ τοῦ σώματος ἄλογος φιλία. Ἐκ ταύτης γὰρ εὐλογοφανῶς τίκτονται οἱ πρῶτοι καὶ ἐμπαθεῖς καὶ γενικώτατοι τρεῖς λογισμοί, ὁ τῆς γαστριμαργίας λέγω καὶ φιλαργυρίας καὶ κενοδοξίας, τὰς ἀφορμὰς ἐκ τῆς ἀναγκαίας τοῦ σώματος δῆθεν λαμβάνοντες