1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

37

2.39 (λθ') Ὁ ἐγνωκὼς τῆς ἀνθρωπίνης φύσεως τὴν ἀσθένειαν, οὗτος 14__232 εἴληφε πεῖραν τῆς θείας δυνάμεως καὶ ὁ τοιοῦτος δι᾽ αὐτῆς τὰ μὲν κατορθώσας, τὰ δὲ σπεύδων κατορθῶσαι, οὐκ ἐξουθενεῖ ποτε οὐδένα ἀνθρώπων. Οἶδε γὰρ ὅτι ὥσπερ αὐτῷ ἐβοήθησε καὶ πολλῶν παθῶν καὶ χαλεπῶν ἡλευθέρωσεν, οὕτω δυνατός ἐστι καὶ πᾶσι βοηθῆσαι ὅτε θέλει καὶ μάλιστα τοῖς δι᾽ αὐτὸν ἀγωνιζομένοις· εἰ καὶ κρίμασί τισιν ὑφ᾽ ἓν ἅπαντας τῶν παθῶν οὐκ ἀπαλλάττει, ἀλλ᾽ ἰδίοις καιροῖς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος ἰατρός, ἕκαστον τῶν σπευδόντων ἰᾶται.

2.40 (μ') Ἐπὶ τῇ τῶν παθῶν ἀνενεργησίᾳ ἡ ὑπερηφανία ἐπισυμβαίνει, ἢ τῶν αἰτιῶν ἀποκοπτομένων ἢ τῶν δαιμόνων δολουργῶς ὑποχωρούντων.

2.41 (μα') Πᾶσα σχεδὸν ἁμαρτία διὰ ἡδονὴν γίνεται καὶ ἡ ταύτης ἀναίρεσις διὰ κακοπαθείας καὶ λύπης ἢ ἑκουσίου ἢ ἀκουσίου, διὰ μετανοίας ἢ οἰκονομικῆς ἐπιφορᾶς διὰ τῆς προνοίας ἐπαγομένης. Εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα· κρινόμενοι δὲ ὑπὸ Κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν.

2.42 (μβ') Ὅταν σοι ἔλθῃ ἐξ ἀπροσδοκήτου πειρασμός, μὴ τὸν δι᾽ οὗ αἰτιῶ, ἀλλὰ τὸ διὰ τί ζήτει καὶ εὑρίσκεις διόρθωσιν· ἐπεὶ εἴτε δι᾽ ἐκείνου εἴτε δι᾽ ἄλλου πιεῖν εἶχες πάντως τῶν τοῦ Θεοῦ κριμάτων τὸ ἀψίνθιον.

2.43 (μγ') Ὅσον εἶ κακότροπος, τὸ κακοπαθεῖν μὴ ἀπαναίνου, ἵνα δι᾽ αὐτοῦ ταπεινωθεὶς τὴν ὑπερηφανίαν ἐμέσῃς.

2.44 (μδ') Οἱ μὲν τῶν πειρασμῶν, ἡδονάς· οἱ δέ, λύπας· οἱ δέ, ὀδύνας 14__234 σωματικὰς τοῖς ἀνθρώποις προσάγουσι. Κατὰ γὰρ τὴν ἐγκειμένην ἐν τῇ ψυχῇ τῶν παθῶν αἰτίαν καὶ τὸ φάρμακον ὁ ἰατρὸς τῶν ψυχῶν διὰ τῶν αὐτοῦ κριμάτων ἐπιτίθησιν.

2.45 (με') Αἱ ἐπιφοραὶ τῶν πειρασμῶν τοῖς μὲν πρὸς ἤδη γεγονότων ἁμαρτημάτων ἀναίρεσιν, τοῖς δὲ πρὸς νῦν ἐνεργουμένων, ἄλλοις πρὸς μελλόντων ἐνεργεῖσθαι ἀνακοπὴν ἐπάγονται· δίχα τῶν πρὸς δοκιμὴν ἐπισυμβαινόντων, ὡς ἐπὶ τοῦ Ἰώβ.

2.46 (μστ') Ὁ μὲν ἐχέφρων τῶν θείων κριμάτων τὴν ἰατρείαν ἀναλογιζόμενος εὐχαρίστως φέρει τὰς διὰ τούτων ἐπισυμβαινούσας αὐτῷ συμφοράς, μηδένα ἄλλον τούτων αἴτιον ἢ τὰς ἑαυτοῦ ἁμαρτίας λογιζόμενος. Ὁ δὲ ἄφρων, τὴν τοῦ Θεοῦ ἀγνοῶν σοφωτάτην πρόνοιαν, ἁμαρτάνων καὶ παιδευόμενος ἢ τὸν Θεὸν ἢ τοὺς ἀνθρώπους τῶν ἑαυτοῦ κακῶν αἰτίους λογίζεται.

2.47 (μζ') Εἰσί τινα ἱστῶντα τὰ πάθη τῆς κινήσεως καὶ μὴ ἐῶντα προβῆναι εἰς αὔξησιν, καί εἰσιν ἕτερα ἐλαττοῦντα καὶ εἰς μείωσιν ἄγοντα· οἷον νηστεία καὶ κόπος καὶ ἀγρυπνία οὐκ ἐῶσιν αὔξειν τὴν ἐπιθυμίαν· ἀναχώρησις δὲ καὶ θεωρία καὶ προσευχὴ καὶ ἔρως εἰς Θεὸν ἐλαττοῦσιν αὐτὴν καὶ εἰς ἀφανισμὸν ἄγουσι. Καὶ ἐπὶ τοῦ θυμοῦ δὲ ὁμοίως· οἷον μακροθυμία καὶ ἀμνησικακία καὶ πραότης ἱστῶσιν αὐτὸν καὶ οὐκ ἐῶσιν αὔξειν· ἀγάπη δὲ καὶ ἐλεημοσύνη καὶ χρηστότης καὶ φιλανθρωπία εἰς μείωσιν ἄγουσιν.

2.48 (μη') Οὗτινος ὁ νοῦς διαπαντός ἐστι πρὸς τὸν Θεόν, τούτου καὶ ἡ ἐπιθυμία εἰς τὸν θεῖον ὑπερηύξησεν ἔρωτα καὶ ὁ θυμὸς ὁλοστὸς εἰς τὴν θείαν μετετράπη ἀγάπην. Τῇ γὰρ χρονίᾳ τῆς θείας ἐλλάμψεως 14__236 μετουσίᾳ ὅλος φωτοειδὴς γεγονὼς καὶ τὸ παθητικὸν αὐτοῦ μέρος πρὸς ἑαυτὸν συσφίγξας, εἰς ἔρωτα θεῖον, ὡς εἴρηται, ἀκατάλεκτον καὶ ἀγάπην ἀκατάπαυστον ἔστρεψεν, ὅλως ἐκ τῶν ἐπιγείων ἐπὶ τὸ θεῖον μεταγαγών.

2.49 (μθ') Οὐ πάντως ὁ μὴ φθονῶν μηδὲ ὀργιζόμενος μηδὲ μνησικακῶν τῷ λυπήσαντι ἤδη καὶ ἀγάπην ἔχει πρὸς αὐτόν. ∆ύναται γὰρ καὶ μήπω ἀγαπῶν κακὸν ἀντὶ κακοῦ μὴ ἀποδοῦναι διὰ τὴν ἐντολήν, οὐ πάντως δὲ ὅτι καὶ καλὸν