1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

74

τῶν Ἀποστόλων, καὶ ἐσμὲν ὅμοιοι τῶν ἀποκτεινάντων αὐτούς; Τίς οὖν οὐ κλαύσει ἡμᾶς οὕτως διακειμένους; Τίς οὐ θρηνήσει τὴν τηλικαύτην ἡμῶν αἰχμαλωσίαν; ∆ιὰ τοῦτο υἱοὶ Θεοῦ "οἱ τίμιοι», ἐλογίσθημεν ὡς "ἀγγεῖα ὀστράκινα». ∆ιὰ τοῦτο ἠμαυρώθη τὸ "χρυσίον»· ἠλλοιώθη τὸ ἀργύριον "τὸ ἀγαθόν».

∆ιὰ τοῦτο οἱ Ναζωραῖοι Σιών, οἱ "ὑπὲρ χιόνα" λάμψαντες, γεγόναμεν ὡς Αἰθίοπες· οἱ "ὑπὲρ γάλα" λευκανθέντες, ὑπὲρ μέλαν ἐζοφώθησαν. ∆ιὰ τοῦτο "ἐσκότασεν ὑπὲρ ἀσβόλην τὸ εἶδος" ἡμῶν. Οἱ τιθηνούμενοι "ἐπὶ κόκκων», περιεβαλόμεθα "κοπρίας· (14__418> καὶ ἐμεγαλύνθη ἡ ἀνομία ἡμῶν, ὑπὲρ" ἀνομιῶν "Σοδόμων». ∆ιὰ τοῦτο "οἱ υἱοὶ τῆς ἡμέρας καὶ" τοῦ "φωτός, υἱοὶ" γεγόναμεν "νυκτὸς καὶ σκότους». ∆ιὰ τοῦτο υἱοὶ τῆς βασιλείας, υἱοὶ γεέννης γεγόναμεν. ∆ιὰ τοῦτο οἱ "υἱοὶ Ὑψίστου, ὡς ἄνθρωποι" ἀποθνήσκομεν, "καὶ ὡς εἷς τῶν ἀρχόντων" πίπτομεν. ∆ιὰ τοῦτο παρεδόθημεν εἰς "χεῖρας ἐχθρῶν ἀνόμων», τῶν ἀγρίων λέγω δαιμόνων, "καὶ βασιλεῖ ἀδίκῳ καὶ πονηρωτάτῳ παρὰ πᾶσαν τὴν γῆν», δηλαδὴ τῷ τούτων ἄρχοντι, "ὅτι ἡμάρτομεν καὶ ἠνομήσαμεν», παραβάντες τὰς ἐντολὰς Κυρίου τοῦ Θεοῦ ἡμῶν, καὶ καταπατήσαντες τὸν Υἱὸν τοῦ Θεοῦ καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενοι.

Ἀλλὰ "μὴ παραδῴης ἡμᾶς εἰς τέλος διὰ τὸ ὄνομά σου», Κύριε, "καὶ μὴ διασκεδάσῃς τὴν διαθήκην σου· καὶ μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ᾽ ἡμῶν», διὰ τοὺς οἰκτιρμούς σου, "Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς», καὶ διὰ [τὰ] σπλάγχνα τοῦ μονογενοῦς σου Υἱοῦ, καὶ διὰ τὸ ἔλεος τοῦ ἁγίου σου Πνεύματος. "Μὴ μνησθῇς ἡμῶν ἀνομιῶν ἀρχαίων», ἀλλὰ "ταχὺ προκαταλαβέτωσαν ἡμᾶς οἱ οἰκτιρμοί σου, ὅτι ἐπτωχεύσαμεν σφόδρα. Βοήθησον ἡμῖν ὁ Θεὸς ὁ Σωτὴρ ἡμῶν. Ἕνεκεν τῆς δόξης τοῦ ὀνόματός σου, Κύριε, ῥῦσαι ἡμᾶς, καὶ ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν ἕνεκεν τοῦ ὀνόματός σου», Κύριε, μνησθεὶς τῆς ἀπαρχῆς ἡμῶν ἣν ἐξ ἡμῶν διὰ φιλανθρωπίαν λαβὼν ὁ μονογενής σου Υἱὸς ὑπὲρ ἡμῶν ἔχει ἐν οὐρανοῖς, ἵνα ἡμῖν βεβαίαν τὴν ἐλπίδα τῆς σωτηρίας χαρίσηται· καὶ μὴ διὰ τὴν (14__420> ἀπόγνωσιν χείρους γενώμεθα, διὰ τὸ τίμιον αὐτοῦ αἷμα, ὃ ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς ἐξέχεεν· διὰ τοὺς ἁγίους αὐτοῦ Ἀποστόλους καὶ Μάρτυρας, οἳ ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ τὸ ἴδιον αἷμα ἐξέχεον· διὰ τοὺς ἁγίους Προφήτας καὶ Πατέρας καὶ Πατριάρχας, οἵτινες ἠγωνίσαντο εὐαρεστῆσαι τῷ ἁγίῳ σου ὀνόματι.

Μὴ παρίδῃς τὴν δέησιν ἡμῶν, Κύριε, μηδὲ ἐγκαταλίπῃς ἡμᾶς εἰς τέλος. Οὐ γὰρ ἐπὶ ταῖς δικαιοσύναις ἡμῶν πεποιθότες ἐσμέν, ἀλλ᾽ ἐπὶ ἐλέει τῷ σῷ, δι᾽ οὗ τὸ γένος ἡμῶν περιποιῇ. Ἱκετεύομεν καὶ παρακαλοῦμεν τὴν σὴν ἀγαθότητα, ἵνα μὴ γένηται εἰς κρῖμα ἡμῖν τὸ οἰκονομηθὲν ἡμῖν ὑπὸ μονογενοῦς σου Υἱοῦ πρὸς σωτηρίαν μυστήριον· καὶ "μὴ ἀπορρίψῃς" ἡμᾶς ἀπὸ "τοῦ προσώπου σου». Μὴ βδελύξῃ ἡμῶν τὴν ἀναξιότητα, ἀλλ᾽ ἐλέησον ἡμᾶς κατὰ τὸ μέγα σου ἔλεος, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου παράγαγε τὰ ἁμαρτήματα ἡμῶν, ἵνα ἀκατακρίτως προσελθόντες κατενώπιον τῆς ἁγίας σου δόξης ἀξιωθῶμεν τῆς σκέπης τοῦ μονογενοῦς σου Υἱοῦ, καὶ μὴ ὡς δοῦλοι πονηροὶ ταῖς ἁμαρτίαις ἀποδόκιμοι γενώμεθα.

Ναί, ∆έσποτα παντοδύναμε Κύριε, εἰσάκουσον τῆς δεήσεως ἡμῶν, ὅτι ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν. Τὸ ὄνομά σου ὀνομάζομεν· σὺ γὰρ εἶ "ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσι», καὶ τὴν παρά σου πάντες ἐπιζητοῦμεν βοήθειαν. Ἐπίβλεψον οὖν ἐκ τοῦ οὐρανοῦ, Κύριε, "καὶ ἴδε ἐκ τοῦ οἴκου τῆς ἁγίας δόξης σου. Ποῦ ἐστιν ὁ ζῆλός σου καὶ ἡ ἰσχύς σου; Ποῦ ἐστι τὸ (14__422> πλῆθος τοῦ ἐλέους σου καὶ τῶν οἰκτιρμῶν σου», ὅτι ἠνέσχες τῆς πτώσεως ἡμῶν; "Σὺ γὰρ ἡμῶν εἶ Πατήρ, ὅτι Ἀβραὰμ οὐκ ἔγνω ἡμᾶς, καὶ Ἰσραὴλ οὐκ ἐπέγνω ἡμᾶς· ἀλλὰ σύ, Κύριε, Πατὴρ ἡμῶν, ῥῦσαι ἡμᾶς», ὅτι ἀπ᾽ ἀρχῆς τὸ ὄνομά σου" τὸ ἅγιον ἐφ᾽ ἡμᾶς ἐστι, καὶ τοῦ μονογενοῦς σου Υἱοῦ, καὶ τοῦ ἁγίου σου Πνεύματος. "Τί ἐπλάνησας ἡμᾶς, Κύριε, ἀπὸ τῆς ὁδοῦ σου;" "Μὴ παιδεύσῃς