1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

62

"Ἐπειδὴ γὰρ ὁ ἄνθρωπος ἀπ᾽ ἀρχῆς γεγονὼς ὑπὸ τοῦ Θεοῦ καὶ ἐν τῷ παραδείσῳ τεθείς, τὴν ἐντολὴν παραβάς, τῇ φθορᾷ καὶ θανάτῳ ὑπέπεσεν· εἴτα τῇ ποικίλῃ τοῦ Θεοῦ προνοίᾳ κατὰ πᾶσαν γενεὰν καὶ γενεὰν κυβερνώμενος, ἐπέμενεν ἐπὶ τὸ χεῖρον προκόπτων, ὑπὸ τῶν ποικίλων τῆς σαρκὸς παθημάτων ἀγόμενος τῷ ἀπελπισμῷ τῆς ζωῆς τούτου χάριν, ὁ μονογενὴς τοῦ Θεοῦ Υἱός, ὁ προαιώνιος Λόγος ὁ ἐκ (14__356> Θεοῦ Πατρός, 'ἡ πηγὴ τῆς ζωῆς' καὶ τῆς ἀθανασίας, ἐπέφανεν ἡμῖν τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις, σαρκωθεὶς ἐκ Πνεύματος ἁγίου καὶ τῆς ἁγίας Παρθένου, καὶ πολιτείαν ἡμῖν θεοειδοῦς 'ζωῆς' ἐπέδειξε· καὶ ἐντολὰς ἁγίας δεδωκώς, καὶ βασιλείαν οὐρανῶν ἐπαγγειλάμενος τοῖς κατ᾽ αὐτὰς πολιτευομένοις, καὶ κόλασιν αἰώνιον τοῖς παραβαίνουσιν ἀπειλήσας· καὶ παθὼν τὸ σωτήριον πάθος, καὶ ἐκ νεκρῶν ἀναστάς, 'τὴν' ἐλπίδα τῆς ἀναστάσεως καὶ 'τῆς αἰωνίου ζωῆς' ἐδωρήσατο 'ἡμῖν,' τὸ κατάκριμα δι᾽ ὑπακοῆς λύσας τῆς προγονικῆς ἁμαρτίας, καὶ τὸ κράτος τοῦ θανάτου τῷ θανάτῳ καταργήσας· ἵνα, "ὥσπερ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτως ἐν αὐτῷ πάντες ζωοποιηθήσονται»· καὶ εἰς οὐρανοὺς ἀνελθών, καὶ ἐν δεξιᾷ τοῦ Πατρὸς καθεσθείς, τὸ Πνεῦμα τὸ ἅγιον κατέπεμψεν εἰς ἀρραβῶνα 'τῆς ζωῆς,' καὶ εἰς φωτισμὸν καὶ ἁγιασμὸν 'τῶν' ἡμετέρων 'ψυχῶν,' καὶ εἰς βοήθειαν τῶν ἀγωνιζομένων ὑπὲρ τῆς ἑαυτῶν σωτηρίας φυλάξαι τὰς ἐντολὰς αὐτοῦ. Οὗτος ἦν ὁ σκοπὸς τῆς τοῦ Κυρίου ἐνανθρωπήσεως, ὡς ἐν συντόμῳ εἰπεῖν».

2 (β'). Καὶ ὁ Ἀδελφὸς εἶπε· "Ποίας οὖν ἐντολὰς ὀφείλω ποιῆσαι, Πάτερ, ἵνα δι᾽ αὐτῶν σωθῶ, ἤθελον [ἂν]

συντόμως ἀκοῦσαι». Καὶ ἀπεκρίθη ὁ Γέρων· "Αὐτὸς ὁ Κύριος εἶπε μετὰ τὴν ἀνάστασιν τοῖς ἀποστόλοις· "Πορευθέντες,

μαθητεύσατε πάντα τὰ ἔθνη· βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος· διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην (14__358> ὑμῖν». Ὥστε οὖν ὅσα ἐνετείλατο δεῖ τηρεῖν, πάντα ἄνθρωπον βαπτισθέντα εἰς τὸ ὄνομα τῆς ζωοποιοῦ καὶ θεαρχικῆς Τριάδος. Τούτου γὰρ χάριν τῇ ὀρθῇ πίστει ὁ Κύριος τὴν πασῶν τῶν ἐντολῶν συνέζευξε τήρησιν, ὡς εἰδὼς ὅτι ἀμήχανον τὴν μίαν διαζευχθεῖσαν τῆς μιᾶς σώζειν τὸν ἄνθρωπον. ∆ιὰ τοῦτο καὶ ὁ ∆αβὶδ τὴν ὀρθὴν πίστιν ἔχων, πρὸς τὸν Θεὸν ἔλεγε· "Πρὸς πάσας τὰς ἐντολάς σου κατωρθούμην· πᾶσαν ὁδὸν ἄδικον ἐμίσησα». Κατὰ γὰρ πάσης ὁδοῦ ἀδίκου, πᾶσαι ἡμῖν αἱ ἐντολαὶ ὑπὸ τοῦ Κυρίου δεδώρηνται· καὶ ἐὰν παραλειφθῇ μία, τὴν ἀντικειμένην αὐτῇ ὁδὸν τῆς κακίας ἀντεισάγει πάντως».

3 (γ'). Καὶ εἶπεν ὁ Ἀδελφός· "Καὶ τίς δύναται, Πάτερ, πάσας τὰς ἐντολάς, τοσαύτας γε οὔσας, ποιεῖν;" Ἔφη ὁ Γέρων· "Ὁ τὸν Κύριον ἐκμιμούμενος, καὶ κατ᾽ ἴχνος αὐτῷ ἐπακολουθῶν». Καὶ εἶπεν ὁ Ἀδελφός· "Καὶ τίς δύναται τὸν Κύριον μιμήσασθαι; ὁ γὰρ Κύριος ἦν Θεός, εἰ καὶ

ἄνθρωπος γέγονεν· ἐγὼ δὲ ἄνθρωπός εἰμι ἁμαρτωλός, καὶ μυρίοις πάθεσι δεδουλωμένος· πῶς οὖν δύναμαι τὸν Κύριον μιμήσασθαι;"

Καὶ ἀπεκρίθη ὁ Γέρων· "Τῶν τῇ ὕλῃ τοῦ κόσμου δεδουλωμένων, οὐδεὶς δύναται τὸν Κύριον

μιμήσασθαι· οἱ δὲ δυνάμενοι λέγειν· "Ἰδού, ἡμεῖς ἀφήκαμεν πάντα, καὶ ἠκολουθήσαμέν σοι», ἐκεῖνοι λαμβάνουσι (14__360> δύναμιν τοῦ τε μιμήσασθαι αὐτόν, καὶ τοῦ πρὸς πάσας τὰς ἐντολὰς αὐτοῦ κατορθῶσαι».

Καί φησιν [ὁ] Ἀδελφός· "Ποίαν δύναμιν;" Ἀπεκρίθη ὁ Γέρων·