1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

23

"ἡ γὰρ χάρις», φησὶν ὁ θεῖος Ἀπόστολος, "μετὰ πάντων τῶν ἀγαπώντων τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν ἀφθαρσίᾳ», τουτέστι τῶν μετὰ τῆς κατ᾽ ἀρετὴν ἀφθαρσίας καὶ τῆς κατὰ τὸν βίον καθαρᾶς τε καὶ ἀνυποκρίτου σεμνότητος ἀγαπώντων τὸν 14__160 Κύριον ἐν τῷ ποιεῖν αὐτοῦ τὰ θελήματα καὶ μὴ παραφθειρόντων τι τῶν θείων αὐτοῦ προσταγμάτων.

Ταῦτα μὲν ἐγὼ περὶ τούτων διὰ τὸν τῆς ὑπακοῆς μισθόν, κατὰ δύναμιν, ὡς ἐδιδάχθην, ἐξεθέμην, τῶν μυστικωτέρων τε καὶ ὑψηλοτέρων ἅψασθαι μὴ τολμήσας· ἅπερ εἰ ποθεῖ τις γνῶναι τῶν φιλομαθῶν, τοῖς περὶ τούτων τῷ ἁγίῳ ∆ιονυσίῳ τῷ Ἀρεοπαγίτῃ ἐνθέως πονηθεῖσιν ἐντύχοι καὶ εὑρήσει κατ᾽ ἀλήθειαν μυστηρίων ἀρρήτων ἀποκάλυψιν, διὰ τῆς θείας αὐτοῦ καὶ διανοίας καὶ γλώττης χαρισθεῖσαν τῷ τῶν ἀνθρώπων γένει, "διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν». Καὶ εἰ μὲν πολὺ τῆς ὑμῶν ἐπιθυμίας οὐκ ἀποπέπτωκε, τῷ Χριστῷ χάρις τῷ χορηγῷ τῶν καλῶν, καὶ ὑμῖν τοῖς λεχθῆναι ταῦτα βιασαμένοις. Εἰ δὲ μακράν που καὶ πολὺ τῆς ἐλπίδος ἀπολείπεται, τί πάθω ἢ τί δράσω, περὶ τὸ λέγειν ἀσθενήσας; Συγγνωστὸν γάρ, οὐ τιμωρητόν, ἡ ἀσθένεια· καὶ ἀποδεκτὸν μᾶλλον, ἀλλ᾽ οὐ μεμπτὸν τὸ ἐγχωροῦν καὶ ἐνδεχόμενον, καὶ μάλισθ᾽ ὑμῖν, τοῖς ἀγαπᾷν διὰ τὸν Θεὸν προθεμένοις. Καὶ Θεῷ δὲ φίλον τὸ κατὰ δύναμιν ἅπαν γνησίως ἐκ ψυχῆς προσαγόμενον, κἂν μικρὸν συγκρίσει μεγάλων ὑπάρχον φανήσεται· ὃς οὐδὲ τὴν χήραν τὰ δύο λεπτὰ προσκομίσασαν ἀπώσατο, ἥτις ποτὲ ἦν ἡ χήρα αὕτη καὶ τὰ δύο λεπτά, εἴτε ψυχὴ κακίας χηρεύουσα, καὶ ὥσπερ ἄνδρα τὸν παλαιὸν μὲν ἀποβαλομένη νόμον, οὔπω δὲ τῆς πρὸς τὸν Λόγον καὶ Θεὸν ἄκρας συναφείας ἀξία, προσάγουσα δὲ ὅμως αὐτῷ ἀρραβῶνος 14__162 λόγῳ ὥσπερ λεπτά, τὸν τέως σύμμετρον λόγον καὶ βίον, ἢ πίστιν καὶ ἀγαθὴν συνείδησιν, ἢ τὴν περὶ τῶν καλῶν ἕξιν καὶ ἐνέργειαν, ἢ τὴν τούτοις πρόσφορον θεωρίαν καὶ πρᾶξιν, ἢ τὴν ἀνάλογον γνῶσιν καὶ ἀρετήν· ἢ τοὺς μικρὸν ὑπὲρ ταῦτα, φημὶ δὲ τοὺς ἐν τῷ φυσικῷ καὶ τῷ γραπτῷ νόμῳ λόγους, οὓς ἡ ψυχὴ κεκτημένη, κατ᾽ ἔκστασιν τούτων καὶ ἄφεσιν ὡς ὅλου βίου καὶ ζωῆς μόνῳ συναφθῆναι τῷ Λόγῳ καὶ Θεῷ βουλομένη προσάγει, καὶ τῶν κατὰ φύσιν καὶ νόμον βιαίων τρόπων τε καὶ θεσμῶν καὶ ἐθῶν, ὥσπερ ἀνδρῶν χηρεύειν δέχεται, εἴτε τι ἄλλο τούτων πνευματικώτερον, καὶ μόνοις θεωρητὸν τοῖς καθαροῖς τὴν διάνοιαν, διὰ τοῦ καθ᾽ ἱστορίαν πληρωθέντος γράμματος ὁ λόγος αἰνίττεται. Πάντα γὰρ τῷ κατὰ θεολογίαν ἐποπτικῷ συγκρινόμενα λόγῳ, τὰ ἐν ἀνθρώποις δοκοῦντα κατ᾽ ἀρετὴν εἶναι μεγάλα, μικρὰ τυγχάνει. Πλήν γε ὅτι κἂν μικρά, καὶ ἐξ ὕλης εὐτελοῦς καὶ οὐ πολὺ τιμίας, ἀλλ᾽ οὖν τοῖς ἐκ χρυσοῦ νομίσμασι τῆς ἐν ὕλαις τιμιωτέρας, ἃ προσφέρουσιν οἱ εὐπορώτεροι, κατὰ τὸ ἴσον τὸν βασιλικὸν χαρακτῆρα φέροντα, κατὰ [καὶ τὸ] πλέον ἴσως ἔχοντα τῆς προσαγούσης τὴν ἐξ ὅλης διαθέσεως πρόθεσιν.

Ταύτην κἀγὼ μιμούμενος τὴν χήραν, Θεῷ τε καὶ ὑμῖν, ἠγαπημένοι, τὰ μικρὰ ταῦτα καὶ εὐτελῆ καὶ ἐξ εὐτελοῦς καὶ πτωχῆς διανοίας καὶ γλώσσης προενηνεγμένα νοήματά τε καὶ ῥήματα ὥσπερ λεπτά, περὶ ὧν ἐκελεύσατε, προσενήνοχα, παρακαλῶν τὴν εὐλογημένην ὑμῶν καὶ ἁγίαν ψυχήν· πρῶτον μέν, μηδενὸς ἔτι τῶν παρ᾽ ἐμοῦ λεγομένων ἔγγραφον ζητῆσαι σημείωσιν, δυοῖν ἕνεκεν· ἑνὸς μέν, ὅτι μηδέπω τὸν φόβον ἐκτησάμην τοῦ Θεοῦ τὸν ἁγνὸν καὶ διαμένοντα, οὐ δ᾽ ἀρετῆς ἕξιν στερέμνιον καὶ δικαιοσύνης ἀληθοῦς πῆξιν σταθερὰν καὶ ἀσάλευτον, τὰ μαρτυροῦντα 14__164 μάλιστα τοῖς λόγοις τὸ βέβαιον· ἑτέρου δέ, ὅτι πολλῷ κλύδωνι παθῶν ἔτι δίκην θαλάσσης ἀγρίας περιδονούμενος καὶ πολὺ τοῦ θείου ἀπαθείας ἀπέχων λιμένος, καὶ ἄδηλον ἔχων τοῦ βίου τὸ πέρας, οὐ βούλομαι πρὸς τοῖς ἔργοις καὶ τὸν ἐν γράμμασι λόγον ἔχειν κατήγορονἔπειτα δὲ τῆς εὐπειθείας χάριν, εἰ δέον ἐστίν, ἀποδεξάμενοι, Χριστῷ με δι᾽ εὐχῶν παράθεσθε τῷ μεγάλῳ καὶ μόνῳ Θεῷ καὶ Σωτῆρι τῶν ἡμετέρων ψυχῶν.