1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

21

ὑμνολογίας, τῶν δὲ γνωστικῶν τὰς ἰσαγγέλους κατὰ τὸ δυνατὸν ἀνθρώποις περὶ θεότητος νοήσεις τε καὶ ὑμνήσεις καὶ ἀεικινησίας.

14__150 Ἡ δὲ μακαρία τοῦ μεγάλου Θεοῦ καὶ Πατρὸς ἐπίκλησις καὶ ἡ τοῦ "Εἷς ἅγιος" καὶ τῶν ἑξῆς ἐκφώνησις καὶ ἡ τῶν ἁγίων καὶ ζωοποιῶν μυστηρίων μετάληψις, τὴν ἐπὶ πᾶσι καὶ ἐπὶ πάντων τῶν ἀξίων ἐσομένην διὰ τὴν ἀγαθότητα τοῦ Θεοῦ ὑμῶν υἱοθεσίαν, ἕνωσίν τε καὶ οἰκειότητα καὶ ὁμοιότητα θείαν καὶ θέωσιν δηλοῖ· δι᾽ ἧς πάντα ἐν πᾶσιν ἔσται τοῖς σωζομένοις αὐτὸς ὁ Θεὸς ὁμοίως, ὡς κάλλος ἀρχέτυπον κατ᾽ αἰτίαν ἐμπρέπων τοῖς αὐτῷ δι᾽ ἀρετῆς καὶ γνώσεως κατὰ χάριν ὁμοίως συμπρέπουσι.

Πιστοὺς δὲ καὶ ἐναρέτους καὶ γνωστικοὺς ἐκάλει τοὺς εἰσαγομένους καὶ τοὺς προκόπτοντας καὶ τοὺς τελείους, ἤγουν δούλους καὶ μισθίους καὶ υἱούς, τὰς τρεῖς τάξεις τῶν σωζομένων. ∆οῦλοι γάρ εἰσι πιστοί, οἱ φόβῳ τῶν ἠπειλημένων ἐκπληροῦντες τοῦ δεσπότου τὰς ἐντολὰς καὶ τοῖς πιστευθεῖσιν εὐνοϊκῶς ἐπεργαζόμενοι· μίσθιοι δὲ οἱ πόθῳ τῶν ἐπηγγελμένων ἀγαθῶν βαστάζοντες μεθ᾽ ὑπομονῆς τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα, τουτέστι τὴν ἔμφυτον καὶ συνεζευγμένην τῇ παρούσῃ ζωῇ ἐκ τῆς προπατορικῆς καταδίκης θλίψιν καὶ τοὺς ἐπ᾽ αὐτῇ ὑπὲρ τῆς ἀρετῆς πειρασμούς, καὶ ζωῆς ζωὴν σοφῶς κατ᾽ αὐθαίρετον γνώμην ἀνταλλάσσοντες, τῆς παρούσης τὴν μέλλουσαν· υἱοὶ δὲ οἱ μήτε φόβῳ τῶν ἠπειλημένων, μήτε πόθῳ τῶν ἐπηγγελμένων, ἀλλὰ τρόπῳ καὶ ἕξει τῆς πρὸς τὸ καλὸν κατὰ γνώμην τῆς ψυχῆς ῥοπῆς τε καὶ διαθέσεως μηδέποτε τοῦ Θεοῦ χωριζόμενοι κατ᾽ ἐκεῖνον τὸν υἱόν, πρὸς ὃν εἴρηται "τέκνον, σὺ πάντοτε μετ᾽ ἐμοῦ εἶ, καὶ τὰ ἐμὰ πάντα σά ἐστι», τοῦτο κατὰ τὴν 14__152 ἐν χάριτι θέσιν ἐνδεχομένως ὑπάρχοντες, ὅπερ ὁ Θεὸς κατὰ τὴν φύσιν καὶ αἰτίαν καὶ ἔστι καὶ πιστεύεται.

Μὴ τοίνυν ἀπολειφθῶμεν τῆς ἁγίας τοῦ Θεοῦ Ἐκκλησίας, τοσαῦτα κατὰ τὴν τῶν τελουμένων θείων συμβόλων ἁγίαν διάταξιν τῆς σωτηρίας ἡμῶν περιεχούσης μυστήρια, δι᾽ ὧν ἕκαστον ἡμῶν καλῶς μάλιστα πολιτευόμενον ἀναλόγως ἑαυτῷ κατὰ Χριστὸν δημιουργοῦσα τὸ δοθὲν διὰ τοῦ ἁγίου βαπτίσματος ἐν Πνεύματι ἁγίῳ χάρισμα τῆς υἱοθεσίας εἰς φανέρωσιν ἄγει κατὰ Χριστὸν πολιτευόμενον ἀλλὰ πάσῃ δυνάμει τε καὶ σπουδῇ παραστήσωμεν ἑαυτοὺς ἀξίους τῶν θείων χαρισμάτων δι᾽ ἔργων ἀγαθῶν εὐαρεστοῦντας τῷ Θεῷ μὴ ἀναστρεφόμενοι "κατὰ τὰ ἔθνη τὰ μὴ εἰδότα Θεὸν ἐν πάθει ἐπιθυμίας», ἀλλά, καθώς φησιν ὁ ἅγιος Ἀπόστολος, "νεκρώσαντες τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν, καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρεία, δι᾽ ἃ ἔρχεται ἡ ὀργὴ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας, ὀργήν τε πᾶσαν καὶ θυμὸν καὶ αἰσχρολογίαν καὶ ψεῦδος», καί, [ὡς] συντόμως εἰπεῖν, "πάντα τὸν παλαιὸν ἄνθρωπον, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, ἀποθέμενοι σὺν ταῖς πράξεσιν αὐτοῦ καὶ ταῖς ἐπιθυμίαις, ἀξίως τοῦ Θεοῦ περιπατήσωμεν, τοῦ καλέσαντος ἡμᾶς εἰς τὴν αὐτοῦ βασιλείαν καὶ δόξαν· ἐνδυσάμενοι σπλάγχνα οἰκτιρμοῦ, χρηστότητα, ταπεινοφροσύνην, πραΰτητα, μακροθυμίαν· ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ, καὶ χαριζόμενοι ἑαυτοῖς ἐάν τις πρός τινα ἔχῃ μομφήν, καθὼς καὶ ὁ Κύριος ἐχαρίσατο ἡμῖν, ἐπὶ πᾶσί 14__154 τε τὸν σύνδεσμον τελειότητος, τὴν ἀγάπην καὶ τὴν εἰρήνην, εἰς ἣν καὶ ἐκλήθημεν ἐν ἑνὶ σώματι», καί, ἵνα συνελὼν εἴπω, "τὸν νέον ἄνθρωπον, τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ᾽ εἰκόνα τοῦ κτίσαντος αὐτόν».

Οὕτω γὰρ ἂν βιοῦντες δυνηθείημεν πρὸς τὸ τέλος ἐλθεῖν τῶν θείων ἐπαγγελιῶν μετ᾽ ἐλπίδος ἀγαθῆς, "πληρωθῆναί τε τὴν ἐπίγνωσιν τοῦ θελήματος αὐτοῦ καὶ πάσῃ σοφίᾳ καὶ συνέσει πνευματικῇ καρποφοροῦντες καὶ αὐξανόμενοι τῇ ἐπιγνώσει Κυρίου, ἐν πάσῃ δυνάμει δυναμούμενοι κατὰ τὸ κράτος τῆς δόξης αὐτοῦ,