1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

65

"Ἐὰν τὸν σκοπὸν τοῦ Κυρίου γνῶναι θέλῃς, συνετῶς ἄκουσον. Ὁ οὖν Κύριος ἡμῶν Ἰησοῦς Χριστός, φύσει Θεὸς ὤν, καὶ ἄνθρωπος διὰ φιλανθρωπίαν γενέσθαι καταξιώσας, ἐκ γυναικὸς τεχθείς, ὑπὸ νόμον ἐγένετο, κατὰ τὸν θεῖον Ἀπόστολον· ἵνα ὡς ἄνθρωπος τὴν ἐντολὴν φυλάξας τὴν ἀρχαίαν τοῦ Ἀδὰμ ἀνατρέψῃ κατάραν. Εἰδὼς οὖν ὁ Κύριος ὅτι ὅλος ὁ νόμος καὶ οἱ προφῆται ἐν ταῖς δυσὶ τοῦ νόμου κρέμανται ἐντολαῖς, ἐν τῷ "Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου, καὶ τὸν πλησίον ὡς ἑαυτόν», ταῦτα ἀπ᾽ ἀρχῆς καὶ μέχρι τέλους φυλάξαι ἀνθρωποπρεπῶς ἔσπευσεν.

Ὁ δὲ ἀπ᾽ ἀρχῆς ἀπατήσας τὸν ἄνθρωπον καὶ διὰ τοῦτο κράτος ἐσχηκὼς τοῦ θανάτου, [ὁ] διάβολος, ἰδὼν αὐτὸν ἐπὶ τοῦ βαπτίσματος ὑπὸ Πατρὸς μαρτυρούμενον καὶ τὸ συγγενὲς ἅγιον Πνεῦμα ὡς ἄνθρωπον ἀπ᾽ οὐρανῶν δεχόμενον, καὶ εἰς τὴν ἔρημον πρὸς τὸ πειρασθῆναι ὑπ᾽ αὐτοῦ ἐληλυθότα, ὅλον αὐτοῦ τὸν πόλεμον κατ᾽ αὐτοῦ συνεκρότει, εἴ πως 'δυνηθῇ' (14__372> καὶ αὐτὸν ποιῆσαι τὴν τοῦ κόσμου προτιμῆσαι ὕλην τῆς εἰς Θεὸν ἀγάπης. Εἰδὼς οὖν ὁ διάβολος ὅτι τὰ τρία ταῦτά εἰσιν, ἐν οἷς πάντα δονεῖται τὰ ἀνθρώπινα, βρώματα, λέγω, καὶ χρήματα καὶ δόξα, δι᾽ ὧν καὶ εἰς τὸ βάραθρον τῆς ἀπωλείας ἀεὶ κατήγαγε τὸν ἄνθρωπον, εἰς ταῦτα τὰ τρία αὐτὸν ἐν τῇ ἐρήμῳ ἐπείρασεν· ὧν ὁ Κύριος ἡμῶν κρείττων φανείς, εἰς τοὐπίσω χωρεῖν τῷ διαβόλῳ προσέταττε.

11 (ια'). Τοῦτο οὖν τὸ γνώρισμα τῆς εἰς Θεὸν ἀγάπης, ἧς τὴν ἐντολὴν δι᾽ ὧν ἐπήγγελτο πεῖσαι αὐτὸν παραβῆναι μὴ δυνηθείς, τῆς εἰς τὸν πλησίον λοιπὸν ἀγάπης τὴν ἐντολήν, εἰς τὴν οἰκουμένην ἐλθόντα, διὰ τῶν παρανόμων Ἰουδαίων ἐνεργῶν, παραβαίνειν αὐτὸν δι᾽ ὧν ἐμηχανᾶτο ἠγωνίζετο. Τούτου χάριν διδάσκοντα αὐτὸν τὰς ὁδοὺς τῆς ζωῆς καὶ ἔργῳ ὑποδεικνύοντα τὴν οὐράνιον πολιτείαν, καὶ ἀνάστασιν νεκρῶν καταγγέλλοντα, καὶ 'ζωὴν' αἰώνιον καὶ βασιλείαν οὐρανῶν τοῖς πιστεύουσιν ἐπαγγελλόμενον, τοῖς δὲ ἀπίστοις κόλασιν αἰώνιον ἀπειλοῦντα, καὶ πρὸς βεβαίωσιν τῶν λεγομένων τὰς παραδόξους θεοσημίας ἐπιδεικνύμενον, καὶ εἰς πίστιν τοὺς ὄχλους προσκαλούμενον, συνεκίνει τοὺς παρανόμους Φαρισαίους καὶ Γραμματεῖς εἰς τὰς κατ᾽ αὐτοῦ ποικίλας ἐπιβουλάς· ἵνα τοὺς πειρασμοὺς ὑπενεγκεῖν, ὡς ᾤετο, μὴ δυνάμενος, εἰς μῖσος τῶν ἐπιβουλευόντων παρατραπῇ, καὶ οὕτως τοῦ σκοποῦ ὁ ἀλάστωρ ἐπιτύχῃ, παραβάτην τῆς ἐντολῆς τῆς εἰς τὸν πλησίον ἀγάπης [αὐτὸν] ἀποφήνας.

12 (ιβ'). Ὁ δὲ Κύριος, ἅτε Θεός, εἰδὼς αὐτοῦ τὰ ἐνθύμια, οὐ τοὺς ὑπ᾽ αὐτοῦ ἐνεργουμένους ἐμίσησε Φαρισαίους πῶς γάρ, φύσει ἀγαθὸς ὤν; ἀλλὰ διὰ τῆς εἰς αὐτοὺς ἀγάπης τὸν ἐνεργοῦντα (14__374> ἠμύνετο· καὶ τοὺς μὲν ἐνεργουμένους, ἅτε δυναμένους μὴ ἐνεργεῖσθαι, ἑκουσίως δὲ τοῦ ἐνεργοῦντος διὰ ῥᾳθυμίαν ἀνεχομένους, ἐνουθέτει, ἤλεγχεν, ὠνείδιζεν, ἐταλάνιζεν, εὐεργετῶν οὐκ ἐπαύετο, βλασφημούμενος ἐμακροθύμει, πάσχων ὑπέμενε, πάντα τὰ τῆς ἀγάπης ἔργα εἰς αὐτοὺς ἐνεδείκνυτο· τὸν δὲ ἐνεργοῦντα, τῇ εἰς τοὺς ἐνεργουμένους φιλανθρωπίᾳ ἠμύνετο, ὦ παραδόξου πολέμου, ἀντὶ τοῦ μίσους τὴν ἀγάπην ἐπιδεικνύμενος, καὶ ἀγαθότητι βάλλων τὸν τῆς κακίας πατέρα. Τούτου χάριν τὰ τοσαῦτα κακὰ παρ᾽ αὐτῶν ὑπομείνας, μᾶλλον δὲ [ὡς] ἀληθέστερον εἰπεῖν, δι᾽ αὐτούς, μέχρι θανάτου ὑπὲρ τῆς ἐντολῆς τῆς ἀγάπης ἀνθρωποπρεπῶς ἠγωνίσατο· καὶ τὴν τελείαν νίκην κατὰ τοῦ διαβόλου ἀράμενος, τὸν στέφανον τῆς ἀναστάσεως ὑπὲρ ἡμῶν ἀνεδήσατο, καὶ οὕτως ὁ νέος Ἀδὰμ τὸν παλαιὸν ἀνενεώσατο. Καὶ τοῦτό ἐστιν ὃ λέγει ὁ θεῖος Ἀπόστολος· "τοῦτο φρονείσθω ἐν ὑμῖν, ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ», κ. τ. ἑξ.

13 (ιγ'). Οὗτος οὖν ἦν ὁ σκοπὸς τοῦ Κυρίου, ἵνα τῷ μὲν Πατρὶ ὑπακούσῃ μέχρι θανάτου ὡς ἄνθρωπος ὑπὲρ ἡμῶν, φυλάττων τὴν ἐντολὴν τῆς ἀγάπης, τὸν δὲ διάβολον ἀμύνηται τῷ πάσχειν ὑπ᾽ αὐτοῦ, διὰ τῶν ὑπ᾽ αὐτοῦ ἐνεργουμένων Γραμματέων καὶ Φαρισαίων· καὶ οὕτως ἐνίκησε τῷ νικᾶσθαι ἑκουσίως τὸν νικᾷν