1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

40

2.70 (ο') Τὸ μὲν ἐπιθυμητικὸν τῆς ψυχῆς πυκνότερον ἐρεθιζόμενον ἕξιν φιληδονίας δυσκίνητον τῇ ψυχῇ ἐντίθησιν· ὁ δὲ θυμὸς συνεχῶς ταρασσόμενος δειλὸν καὶ ἄνανδρον τὸν νοῦν ἀπεργάζεται. Ἰῶνται δὲ τὸ μὲν ἄσκησις ἐπιτεταμένη νηστείας καὶ ἀγρυπνίας 14__246 καὶ προσευχῆς· τὸν δέ, χρηστότης καὶ φιλανθρωπία καὶ ἀγάπη καὶ ἔλεος.

2.71 (οα') Ἢ διὰ τῶν πραγμάτων οἱ δαίμονες πολεμοῦσιν ἢ διὰ τῶν ἐν πράγμασιν ἐμπαθῶν νοημάτων· καὶ διὰ μὲν τῶν πραγμάτων τοὺς ἐν τοῖς πράγμασιν ὄντας, διὰ δὲ τῶν νοημάτων τοὺς τῶν πραγμάτων κεχωρισμένους.

2.72 (οβ') Ὅσον ἐστὶν εὐκοπώτερον τὸ κατὰ διάνοιαν ἁμαρτάνειν τοῦ κατ᾽ ἐνέργειαν, τοσοῦτόν ἐστι βαρύτερος ὁ διὰ τῶν νοημάτων πόλεμος τοῦ διὰ τῶν πραγμάτων.

2.73 (ογ') Τὰ μὲν πράγματα ἔξωθέν εἰσι τοῦ νοῦ, τὰ δὲ τούτων νοήματα ἔσωθεν συνίστανται. Ἐν αὐτῷ οὖν ἐστι τὸ εὖ τούτοις χρήσασθαι ἢ κακῶς· τῇ γὰρ ἐσφαλμένῃ τῶν νοημάτων χρήσει ἢ παράχρησις τῶν πραγμάτων ἀκολουθεῖ.

2.74 (οδ') ∆ιὰ τῶν τριῶν τούτων λαμβάνει ὁ νοῦς τὰ ἐμπαθῆ νοήματα· διὰ τῆς αἰσθήσεως, διὰ τῆς κράσεως, διὰ τῆς μνήμης. Καὶ διὰ μὲν τῆς αἰσθήσεως, ὅταν προσβάλλοντα αὐτῇ τὰ πράγματα πρὸς ἅπερ τὰ πάθη κεκτήμεθα, κινῇ αὐτὸν πρὸς ἐμπαθεῖς λογισμούς· διὰ δὲ τῆς κράσεως, ὅταν ἐξ ἀκολάστου διαίτης ἢ ἐνεργείας δαιμόνων ἢ νοσήματός τινος ἀλλοιουμένη ἡ τοῦ σώματος κρᾶσις, κινῇ αὐτὸν πάλιν πρὸς ἐμπαθεῖς λογισμοὺς ἢ κατὰ τῆς προνοίας· διὰ δὲ τῆς μνήμης, ὅταν τῶν πραγμάτων πρὸς ἅπερ πεπόνθαμεν τὰ νοήματα ἡ μνήμη ἀναφέρῃ καὶ κινῇ αὐτὸν ὁμοίως πρὸς ἐμπαθεῖς λογισμούς.

2.75 (οε') Τῶν εἰς χρῆσιν παρὰ Θεοῦ δοθέντων ἡμῖν πραγμάτων τὰ μὲν ἐν τῇ ψυχῇ, τὰ δὲ ἐν τῷ σώματι, τὰ δὲ περὶ τὸ σῶμα εὑρίσκεται· οἷον ἐν μὲν τῇ ψυχῇ, αἱ δυνάμεις αὐτῆς· ἐν δὲ τῷ σώματι, 14__248 τὰ αἰσθητήρια καὶ τὰ λοιπὰ μέλη· περὶ δὲ τὸ σῶμα, βρώματα, χρήματα, κτήματα καὶ τὰ ἑξῆς. Τὸ οὖν εὖ τούτοις χρήσασθαι ἢ κακῶς ἢ τοῖς περὶ ταῦτα συμβεβηκόσιν ἢ ἐναρέτους ἢ φαύλους ἡμᾶς ἀποφαίνει.

2.76 (οστ') Τῶν ἐν τοῖς πράγμασι συμβεβηκότων τὰ μέν εἰσι τῶν ἐν τῇ ψυχῇ, τὰ δὲ τῶν ἐν τῷ σώματι, τὰ δὲ τῶν περὶ τὸ σῶμα πραγμάτων· καὶ τῶν μὲν ἐν τῇ ψυχῇ, οἷον γνῶσις καὶ ἄγνοια, λήθη καὶ μνήμη, ἀγάπη καὶ μῖσος, φόβος καὶ θάρσος, λύπη καὶ χαρὰ καὶ τὰ ἑξῆς· τῶν ἐν τῷ σώματι, οἷον ἡδονὴ καὶ πόνος, αἴσθησις καὶ πήρωσις, ὑγίεια καὶ νόσος, ζωὴ καὶ θάνατος καὶ τὰ τοιαῦτα· τῶν δὲ περὶ τὸ σῶμα, οἷον εὐτεκνία καὶ ἀτεκνία, πλοῦτος καὶ πενία, δόξα καὶ ἀδοξία καὶ τὰ ἑξῆς. Τούτων δὲ τὰ μὲν καλά, τὰ δὲ κακὰ τοῖς ἀνθρώποις νομίζεται, οὐδὲν αὐτῶν κακὸν ὂν τῷ ἰδίῳ λόγῳ· παρὰ δὲ τὴν χρῆσιν εἴτε κακὰ κυρίως εἴτε ἀγαθὰ εὑρίσκεται.

2.77 (οζ') Καλὴ ἡ γνῶσις τῇ φύσει, ὁμοίως δὲ καὶ ἡ ὑγίεια· ἀλλὰ τἀναντία τοὺς πολλοὺς ἤπερ ταῦτα ὤνησεν. Τοῖς γὰρ φαύλοις οὐκ εἰς καλὸν ἡ γνῶσις συμβαίνει, εἰ καὶ τῇ φύσει, ὡς εἴρηται, ἐστὶ καλή· ὁμοίως δὲ οὐδὲ ὑγίεια οὐδὲ πλοῦτος οὐδὲ χαρά· οὐ γὰρ συμφερόντως τούτοις κέχρηνται. Ἄρα οὖν τἀναντία τούτοις συμφέρει· οὐκοῦν οὐδὲ ἐκεῖνα κακὰ τῷ ἰδίῳ λόγῳ τυγχάνει, εἰ καὶ δοκεῖ κακὰ εἶναι.

2.78 (οη') Μὴ παραχρῶ τοῖς νοήμασιν, ἵνα μὴ ἐξ ἀνάγκης καὶ τοῖς πράγμασι παραχρήσῃ. Ἐὰν γὰρ μή τις πρῶτον κατὰ διάνοιαν ἁμαρτάνῃ, οὐκ ἂν ἁμάρτοι ποτὲ κατ᾽ ἐνέργειαν.

14__250 2.79 (οθ') Εἰκὼν τοῦ χοϊκοῦ αἱ γενικαὶ κακίαι ὑπάρχουσιν, οἷον ἀφροσύνη, δειλία, ἀκολασία, ἀδικία· εἰκὼν δὲ τοῦ ἐπουρανίου αἱ γενικαὶ ἀρεταί, οἷον φρόνησις, ἀνδρεία, σωφροσύνη, δικαιοσύνη. Ἀλλὰ καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου.