1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

29

μὴ πάντας ἀνθρώπους ἐξ ἴσου ἀγαπῶντα κατὰ μίμησιν Θεοῦ, τοῦ πάντας ἀνθρώπους ἐξ ἴσου ἀγαπῶντος καὶ θέλοντος σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν.

14__192 1.62 (ξβ') Ἐγὼ δὲ λέγω ὑμῖν μὴ ἀντιστῆναι τῷ πονηρῷ· ἀλλ᾽ ὅστις σε ῥαπίσει ἐπὶ τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην· καὶ τῷ θέλοντί σοι κριθῆναι καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον· καὶ τῷ ἀγγαρεύοντί σε μίλιον ἕν, ὕπαγε μετ᾽ αὐτοῦ δύο. ∆ιὰ τί; Ἵνα σε ἀόργητον καὶ ἄλυπον διαφυλάξῃ κἀκεῖνον διὰ τῆς σῆς ἀνεξικακίας παιδεύσῃ καὶ ἀμφοτέρους ὡς ἀγαθὸς ὑπὸ τὸν ζυγὸν τῆς ἀγάπης ἀγάγῃ.

1.63 (ξγ') Πρὸς ἅπερ πράγματά ποτε πεπόνθαμεν, τούτων καὶ τὰς φαντασίας ἐμπαθεῖς περιφέρομεν. Ὁ οὖν τὰς ἐμπαθεῖς νικῶν φαντασίας, καὶ τῶν πραγμάτων ὧν αἱ φαντασίαι πάντως καταφρονεῖ· ἐπειδὴ τοῦ πρὸς τὰ πράγματα πολέμου ὁ πρὸς τὰς μνήμας τοσοῦτόν ἐστι χαλεπώτερος, ὅσον τοῦ κατ᾽ ἐνέργειαν ἁμαρτάνειν τὸ κατὰ διάνοιάν ἐστιν εὐκοπώτερον.

1.64 (ξδ') Τῶν παθῶν τὰ μέν ἐστι σωματικά, τὰ δὲ ψυχικά. Καὶ τὰ μὲν σωματικὰ ἐκ τοῦ σώματος ἔχει τὰς ἀφορμάς· τὰ δὲ ψυχικά, ἐκ τῶν ἔξωθεν πραγμάτων. Ἀμφότερα δὲ περικόπτει ἀγάπη καὶ ἐγκράτεια· ἡ μέν, τὰ ψυχικά· ἡ δέ, τὰ σωματικά.

1.65 (ξε') Τὰ μὲν τῶν παθῶν, θυμικοῦ· τὰ δὲ τοῦ ἐπιθυμητικοῦ μέρους τῆς ψυχῆς τυγχάνει. Ἀμφότερα δὲ διὰ τῶν αἰσθήσεων κινεῖται· τότε δὲ κινεῖται, ὅτε ἀγάπης ἡ ψυχὴ καὶ ἐγκρατείας ἐκτὸς εὑρίσκεται.

1.66 (ξστ') ∆υσκαταγώνιστα μᾶλλον τὰ τοῦ θυμικοῦ μέρους τῆς ψυχῆς πάθη παρὰ τὰ τοῦ ἐπιθυμητικοῦ τυγχάνει· διὸ καὶ μεῖζον τὸ φάρμακον κατ᾽ αὐτοῦ ἡ ἐντολὴ τῆς ἀγάπης ὑπὸ τοῦ Κυρίου ἐδόθη.

1.67 (ξζ') Πάντα τὰ ἄλλα πάθη ἢ τοῦ θυμικοῦ μέρους τῆς ψυχῆς ἢ 14__194 τοῦ ἐπιθυμητικοῦ μόνον ἐφάπτεται ἢ καὶ τοῦ λογιστικοῦ, ὡς ἡ λήθη καὶ ἡ ἄγνοια· ἡ δὲ ἀκηδία, πασῶν τῶν τῆς ψυχῆς δυνάμεων ἐπιδραττομένη, πάντα σχεδὸν ὁμοθυμαδὸν κινεῖ τὰ πάθη· διὸ καὶ πάντων τῶν ἄλλων παθῶν ἐστι βαρύτατον. Καλῶς οὗν ὁ Κύριος τὸ κατ᾽ αὐτῆς φάρμακον δεδωκώς· Ἐν τῇ ὑπομονῇ ὑμῶν, λέγει, κτήσασθε τὰς ψυχὰς ὑμῶν.

1.68 (ξη') Μὴ πλήξῃς ποτέ τινα τῶν ἀδελφῶν, παραλόγως μάλιστα, μήποτε μὴ φέρων τὴν θλίψιν ἀναχωρήσῃ καὶ οὐ μὴ ἐκφεύξῃ ποτὲ τὸν ἔλεγχον τοῦ συνειδότος, ἀεί σοι λύπην ἐν τῷ καιρῷ τῆς προσευχῆς προξενοῦντα καὶ τῆς θείας παρρησίας τὸν νοῦν ἀπελαύνοντα.

1.69 (ξθ') Μὴ ἀνάσχῃ τῶν σκάνδαλά σοι φερουσῶν ὑπονοιῶν ἢ καὶ ἀνθρώπων κατά τινων· οἱ γὰρ παραδεχόμενοι σκάνδαλα ἐν οἵῳ δήποτε τρόπῳ τῶν κατὰ προαίρεσιν ἢ παρὰ προαίρεσιν συμβαινόντων, οὐκ ἴσασι τὴν ὁδὸν τῆς εἰρήνης, τὴν φέρουσαν διὰ τῆς ἀγάπης εἰς τὴν γνῶσιν τοῦ Θεοῦ τοὺς ταύτης ἐραστάς.

1.70 (ο') Οὔπω ἔχει τελείαν τὴν ἀγάπην ὁ ἔτι ταῖς γνώμαις τῶν ἀνθρώπων συνδιατιθέμενος, οἷον τὸν μὲν ἀγαπῶν, τὸν δὲ μισῶν διὰ τόδε ἢ τόδε· ἢ καὶ τὸν αὐτόν ποτε μὲν ἀγαπῶν, ποτὲ δὲ μισῶν διὰ τὰς αὐτὰς αἰτίας.

1.71 (οα') Ἡ τελεία ἀγάπη οὐ συνδιασχίζει τὴν μίαν τῶν ἀνθρώπων φύσιν ταῖς διαφόροις αὐτῶν γνώμαις, ἀλλ᾽ εἰς αὐτὴν ἀεὶ ἀποβλεπομένη πάντας ἀνθρώπους ἐξ ἴσου ἀγαπᾷ· τοὺς μὲν σπουδαίους ὡς φίλους, τοὺς δὲ φαύλους ὡς ἐχθροὺς ἀγαπᾷ, εὐεργετοῦσα καὶ μακροθυμοῦσα καὶ ὑπομένουσα τὰ παρ᾽ αὐτῶν ἐπαγόμενα· τὸ κακὸν τὸ σύνολον μὴ λογιζομένη, ἀλλὰ καὶ πάσχουσα ὑπὲρ αὐτῶν, εἰ καιρὸς καλέσειεν, ἵνα καὶ αὐτοὺς ποιήσῃ φίλους, εἰ οἷόν 14__196 τε· εἰ δὲ μή, τῆς γε ἰδίας διαθέσεως οὐκ ἐκπίπτει, τοὺς τῆς ἀγάπης καρποὺς ἀεὶ ἐξ ἴσου πρὸς πάντας ἀνθρώπους ἐνδεικνυμένη. ∆ιὸ καὶ ὁ Κύριος ἡμῶν καὶ Θεὸς Ἰησοῦς Χριστός, τὴν