1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

48

σχολάζειν διὰ παντὸς διά τε ἐγκρατείας καὶ ἀγάπης καὶ προσευχῆς καὶ ψαλμῳδίας καὶ τῶν ἑξῆς.

3.51 (να') Ἐὰν σχολάζοντες τῷ Θεῷ χρόνῳ πολλῷ τοῦ παθητικοῦ μέρους τῆς ψυχῆς ἐπιμελώμεθα, οὐκ ἔτι πρὸς τὰς τῶν λογισμῶν προσβολὰς ἐξοκείλομεν· ἀλλὰ καὶ ἀκριβέστερον τὰς τούτων αἰτίας κατανοοῦντες καὶ ἐκκόπτοντες διορατικώτεροι γινόμεθα, ὥστε πληρωθῆναι εἰς ἡμᾶς τό· Καὶ ἐπεῖδεν ὁ ὀφθαλμός 14__286 μου ἐν τοῖς ἐχθροῖς μου καὶ ἐν τοῖς ἐπανισταμένοις ἐπ᾽ ἐμὲ πονηρευομένοις ἀκούσεται τὸ οὖς μου.

3.52 (νβ') Ὅταν βλέπῃς τὸν νοῦν σου εὐσεβῶς καὶ δικαίως ἀναστρεφόμενον ἐν τοῖς τοῦ κόσμου νοήμασι, γίνωσκε καὶ τὸ σῶμά σου καθαρὸν καὶ ἀναμάρτητον διαμένειν· ὅταν δὲ τὸν νοῦν βλέπῃς κατὰ διάνοιαν ἁμαρτίαις σχολάζοντα καὶ μὴ ἀνακόπτῃς, γίνωσκε καὶ τὸ σῶμά σου μὴ πολυχρονίζειν τούτοις αὐτοῖς περιπεσεῖν.

3.53 (νγ') Ὥσπερ τὸ σῶμα ἔχει κόσμον τὰ πράγματα, οὕτω καὶ ὁ νοῦς ἔχει κόσμον τὰ νοήματα· καὶ ὥσπερ τὸ σῶμα πορνεύει μετὰ τοῦ σώματος τῆς γυναικός, οὕτω καὶ ὁ νοῦς πορνεύει μετὰ τοῦ νοήματος τῆς γυναικὸς διὰ τῆς φαντασίας τοῦ ἰδίου σώματος· τὴν γὰρ μορφὴν τοῦ ἰδίου σώματος βλέπει μιγνυμένην μετὰ τῆς μορφῆς τῆς γυναικὸς κατὰ διάνοιαν. Ὡσαύτως καὶ τὴν μορφὴν τοῦ λυπήσαντος ἀμύνεται κατὰ διάνοιαν διὰ τῆς μορφῆς τοῦ ἰδίου σώματος. Καὶ ἐπὶ τῶν ἄλλων ἁμαρτημάτων ὁμοίως· ἅπερ γὰρ πράττει τὸ σῶμα κατ᾽ ἐνέργειαν εἰς τὸν κόσμον τῶν πραγμάτων, ταῦτα πράττει καὶ ὁ νοῦς εἰς τὸν κόσμον τῶν νοημάτων.

3.54 (νδ') Οὐκ ἔστι φρίξαι καὶ ἐκπλαγῆναι καὶ ἐκστῆναι τῇ διανοίᾳ ὅτι ὁ μὲν Θεὸς καὶ Πατὴρ κρίνει οὐδένα, πᾶσαν δὲ τὴν κρίσιν δέδωκε τῷ Υἱῷ. Ὁ δὲ Υἱὸς κράζει· Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε· μὴ καταδικάζετε, ἵνα μὴ καταδικασθῆτε. Ὁ δὲ Ἀπόστολος ὁμοίως· Μὴ πρὸ καιροῦ τι κρίνετε, ἕως ἂν ἔλθῃ ὁ Κύριος, καί· Ἐν ᾧ κρίματι κρίνεις τὸν ἕτερον, σεαυτὸν κατακρίνεις. Οἱ 14__288 δὲ ἄνθρωποι ἀφέντες τὸ κλαίειν τὰς ἑαυτῶν ἁμαρτίας ἦραν τὴν κρίσιν ἀπὸ τοῦ Υἱοῦ καὶ αὐτοὶ ὡς ἀναμάρτητοι κρίνουσι καὶ καταδικάζουσιν ἀλλήλους· καὶ ὁ μὲν οὐρανὸς ἐξέστη ἐπὶ τούτῳ, ἡ δὲ γῆ ἔφριξεν, αὐτοὶ δὲ οὐκ αἰσχύνονται ἀναισθητοῦντες.

3.55 (νε') Ὁ τὰς τῶν ἄλλων ἁμαρτίας περιεργαζόμενος ἢ καὶ ἐξ ὑπονοίας τὸν ἀδελφὸν κρίνων, οὔπω ἔβαλεν ἀρχὴν μετανοίας οὐδὲ τοῦ ἐρευνᾶν καὶ γνῶναι τὰς ἑαυτοῦ ἁμαρτίας, ἐν ἀληθείᾳ βαρυτέρας οὔσας μολίβδου πολυταλάντου, οὐδὲ ἔγνω πόθεν γίνεται ἄνθρωπος βαρυκάρδιος ἀγαπῶν ματαιότητα καὶ ζητῶν ψεῦδος. ∆ιὰ τοῦτο ὡς ἄφρων καὶ ἐν σκότει διαπορευόμενος, ἀφεὶς τὰς ἑαυτοῦ ἁμαρτίας τὰς τῶν ἄλλων φαντάζεται ἢ οὔσας ἢ νομιζομένας ἐξ ὑπονοίας.

3.56 (νστ') Ἡ φιλαυτία, ὡς πολλάκις εἴρηται, πάντων τῶν ἐμπαθῶν λογισμῶν αἰτία καθίσταται. Ἐκ γὰρ ταύτης γεννῶνται οἱ τρεῖς γενικώτατοι τῆς ἐπιθυμίας λογισμοί· ὁ τῆς γαστριμαργίας καὶ τῆς φιλαργυρίας καὶ τῆς κενοδοξίας. Ἐκ μὲν τῆς γαστριμαργίας γεννᾶται ὁ τῆς πορνείας· ἐκ δὲ τῆς φιλαργυρίας, ὁ τῆς πλεονεξίας· ἐκ δὲ τῆς κενοδοξίας, ὁ τῆς ὑπερηφανίας. Οἱ δὲ λοιποὶ πάντες ἑκάστῳ τῶν τριῶν ἀκολουθοῦσιν· ὅ τε τῆς ὀργῆς καὶ ὁ τῆς λύπης καὶ ὁ τῆς μνησικακίας καὶ ἀκηδίας καὶ φθόνου καὶ καταλαλιᾶς καὶ οἱ λοιποί. Ταῦτα οὖν τὰ πάθη συνδεσμοῦσι τὸν νοῦν τοῖς ὑλικοῖς πράγμασι καὶ κατέχουσιν αὐτὸν εἰς τὴν γῆν, λίθου δίκην βαρυτάτου αὐτῷ ἐπικείμενα, φύσει ὄντα αὐτὸν πυρὸς κουφότερον καὶ ὀξύτερον.

3.57 (νζ') Ἀρχὴ μὲν πάντων τῶν παθῶν, ἡ φιλαυτία· τέλος δέ, ἡ ὑπερηφανία. 14__290 Φιλαυτία δέ ἐστιν ἡ πρὸς τὸ σῶμα ἄλογος φιλία· ὁ ταύτην ἐκκόψας, συνέκοψε πάντα τὰ πάθη τὰ ἐξ αὐτῆς. 3.58 (νη') Ὥσπερ οἱ γονεῖς τῶν σωμάτων προσπάσχουσι τοῖς ἐξ αὐτῶν γεννωμένοις, οὕτω καὶ ὁ νοῦς φυσικῶς τοῖς ἑαυτοῦ πρόσκειται λόγοις. Καὶ ὥσπερ τοῖς ἐκείνων ἐμπαθεστέροις, κἂν πάντων κατὰ πάντα