1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

26

1.18 (ιη') Μακάριος ἄνθρωπος, ὁ μηδενὶ πράγματι φθαρτῷ ἢ προσκαίρῳ προσκείμενος.

14__178 1.19 (ιθ') Μακάριος ὁ νοῦς, ὁ πάντα τὰ ὄντα περάσας καὶ τῆς θείας ὡραιότητος ἀδιαλείπτως κατατρυφῶν.

1.20 (κ') Ὁ πρόνοιαν τῆς σαρκὸς εἰς ἐπιθυμίας ποιούμενος καὶ μνησικακίαν διὰ πρόσκαιρα πρὸς τὸν πλησίον ἔχων, ὁ τοιοῦτος λατρεύει τῇ κτίσει παρὰ τὸν κτίσαντα.

1.21 (κα') Ὁ ἀνήδονον καὶ ἄνοσον τὸ σῶμα διατηρῶν, σύνδουλον αὐτὸ ἔχει πρὸς τὴν τῶν κρειττόνων ὑπηρεσίαν.

1.22 (κβ') Ὁ φεύγων πάσας τὰς κοσμικὰς ἐπιθυμίας, πάσης κοσμικῆς λύπης ἀνώτερον ἑαυτὸν καθίστησιν.

1.23 (κγ') Ὁ τὸν Θεὸν ἀγαπῶν καὶ τὸν πλησίον πάντως ἀγαπᾷ. Ὁ δὲ τοιοῦτος χρήματα τηρεῖν οὐ δύναται, ἀλλ᾽ οἰκονομεῖ θεοπρεπῶς, ἑκάστῳ τῶν δεομένων παρέχων.

1.24 (κδ') Ὁ κατὰ μίμησιν Θεοῦ τὴν ἐλεημοσύνην ποιούμενος, οὐκ οἶδε διαφορὰν πονηροῦ καὶ ἀγαθοῦ ἢ δικαίου καὶ ἀδίκου ἐν τοῖς τοῦ σώματος ἀναγκαίοις· ἀλλὰ πᾶσιν ἐξ ἴσου κατὰ τὴν χρείαν διανέμει, εἰ καὶ προτιμᾷ διὰ τὴν ἀγαθὴν προαίρεσιν τοῦ φαύλου τὸν ἐνάρετον.

1.25 (κε') Ὥσπερ ὁ Θεὸς φύσει ὢν ἀγαθὸς καὶ ἀπαθὴς πάντας μὲν ἐξ ἴσου ἀγαπᾷ ὡς ἔργα αὐτοῦ, ἀλλὰ τὸν μὲν ἐνάρετον δοξάζει, ὡς καὶ τῇ γνώμῃ οἰκειούμενον, τὸν δὲ φαῦλον δι᾽ ἀγαθότητα ἐλεεῖ καὶ ἐν τῷ αἰῶνι τούτῳ παιδεύων ἐπιστρέφει· οὕτω καὶ ὁ τῇ γνώμῃ ἀγαθὸς καὶ ἀπαθὴς πάντας ἀνθρώπους ἐξ ἴσου ἀγαπᾶ, τὸν μὲν ἐνάρετον διά τε τὴν φύσιν καὶ τὴν ἀγαθὴν προαίρεσιν, 14__180 τὸν δὲ φαῦλον διά τε τὴν φύσιν καὶ τὴν συμπάθειαν, ἐλεῶν ὡς ἄφρονα καὶ ἐν σκότει διαπορευόμενον.

1.26 (κστ') Οὐ μόνον διὰ μεταδόσεως χρημάτων ἡ διάθεσις τῆς ἀγάπης γνωρίζεται, ἀλλὰ πολλῷ μᾶλλον διὰ μεταδόσεως λόγου Θεοῦ καὶ σωματικῆς διακονίας.

1.27 (κζ') Ὁ τοῖς τοῦ κόσμου πράγμασι γνησίως ἀποταξάμενος καὶ τῷ πλησίον διὰ τῆς ἀγάπης ἀνυποκρίτως δουλεύων, παντὸς πάθους ταχέως ἐλευθεροῦται καὶ τῆς θείας ἀγάπης καὶ γνώσεως μέτοχος καθίσταται.

1.28 (κη') Ὁ τὴν θείαν ἀγάπην ἐν ἑαυτῷ κτησάμενος οὐ κοπιᾷ κατακολουθῶν ὀπίσω Κυρίου τοῦ Θεοῦ αὐτοῦ, κατὰ τὸν θεῖον Ἱερεμίαν· ἀλλὰ πάντα πόνον ὀνειδισμόν τε καὶ ὕβριν φέρει γενναίως, μηδενὶ τὸ σύνολον κακὸν λογιζόμενος.

1.29 (κθ') Ὅταν ὑβριστῇς παρά τινος ἢ ἔν τινι ἐξουδενωθῇς, τότε πρόσεχε ἀπὸ τῶν λογισμῶν τῆς ὀργῆς, μή σε τῆς ἀγάπης διὰ τῆς λύπης χωρίσαντες ἐν τῇ χώρᾳ τοῦ μίσους καταστήσωσιν.

1.30 (λ') Ὅταν ἐφ᾽ ὕβρει ἢ ἀτιμίᾳ σφόδρα πονήσῃς, γίνωσκε σεαυτὸν μεγάλως ὠφεληθέντα, τῆς κενοδοξίας διὰ τῆς ἀτιμίας οἰκονομικῶς ἀπό σοῦ ἐκβληθείσης.

1.31 (λα') Ὥσπερ μνήμη πυρὸς οὐ θερμαίνει τὸ σῶμα, οὕτω πίστις ἄνευ ἀγάπης οὐκ ἐνεργεῖ εἰς ψυχὴν τὸν τῆς γνώσεως φωτισμόν.

1.32 (λβ') Ὥσπερ τὸ φῶς τοῦ ἡλίου τὸν ὑγιῆ ὀφθαλμὸν πρὸς ἑαυτὸν ἐφέλκεται, οὕτω καὶ ἡ γνῶσις τοῦ Θεοῦ τὸν καθαρὸν νοῦν φυσικῶς διὰ τῆς ἀγάπης πρὸς ἑαυτὸν ἐπισπᾶται.

14__182 1.33 (λγ') Νοῦς ἐστι καθαρός, ὁ ἀγνοίας χωρισθεὶς καὶ ὑπὸ τοῦ θείου φωτὸς καταλαμπόμενος.

1.34 (λδ') Ψυχή ἐστι καθαρά, ἡ παθῶν ἐλευθερωθεῖσα καὶ ὑπὸ τῆς θείας ἀγάπης ἀδιαλείπτως εὐφραινομένη.