1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

43

2.97 (ƒζ') Νοῦς μὲν καθαρὸς ὀρθὰ βλέπει τὰ πράγματα· λόγος δὲ γεγυμνασμένος ὑπ᾽ ὄψιν ἄγει τὰ ὁραθέντα· ἀκοὴ δὲ λαμπρὰ ὑποδέχεται 14__260 αὐτά. Ὁ δὲ τῶν τριῶν ἐστερημένος τὸν εἰρηκότα κακίζει.

2.98 (ƒη') Μετὰ τοῦ Θεοῦ ἐστιν ὁ τὴν ἁγίαν γινώσκων Τριάδα καὶ τὴν δημιουργίαν αὐτῆς καὶ τὴν πρόνοιαν καὶ τὸ παθητικὸν μέρος τῆς ψυχῆς ἀπαθὲς κεκτημένος.

2.99 (ƒθ') Τὴν ῥάβδον σημαίνειν φασὶ τὴν κρίσιν τὴν τοῦ Θεοῦ· τὴν δὲ βακτηρίαν, τὴν πρόνοιαν. Τοῦ οὖν τῆς τούτων γνώσεως μετειληφότος ἐστὶ τὸ λέγειν· Ἡ ῥάβδος σου καὶ ἡ βακτηρία σου, αὐταί με παρεκάλεσαν.

2.100 (ρ') Ὅταν ὁ νοῦς παθῶν γυμνωθῇ καὶ τῇ τῶν ὄντων καταλάμπηται θεωρίᾳ, τότε δύναται καὶ ἐν Θεῷ γενέσθαι καὶ ὡς δεῖ προσεύχεσθαι.

14__262 ΕΚΑΤΟΝΤΑΣ ΤΡΙΤΗ 3.1 (α') Ἡ μὲν εὔλογος τῶν νοημάτων καὶ τῶν πραγμάτων χρῆσις

σωφροσύνης καὶ ἀγάπης καὶ γνώσεώς ἐστι ποιητική· ἡ δὲ ἄλογος, ἀκολασίας καὶ μίσους καὶ ἀγνωσίας.

3.2 (β') Ἡτοίμασας ἐνώπιόν μου τράπεζαν, καὶ τὰ ἑξῆς. Ἡ τράπεζα ἐνταῦθα σημαίνει τὴν πρακτικὴν ἀρετήν· αὕτη γὰρ ἐξ ἐναντίας τῶν θλιβόντων ἡμᾶς παρὰ Χριστοῦ ἡτοιμάσθη. Τὸ δὲ ἔλαιον τὸ λιπαῖνον τὸν νοῦν, τὴν θεωρίαν τῶν γεγονότων· τὸ δὲ ποτήριον τοῦ Θεοῦ, τὴν γνῶσιν τὴν τοῦ Θεοῦ· τὸ δὲ ἔλεος αὐτοῦ, τὸν Λόγον αὐτοῦ καὶ Θεόν. Οὗτος γὰρ διὰ τῆς ἐνανθρωπήσεως αὐτοῦ καταδιώκει πάσας τὰς ἡμέρας, ἕως οὗ πάντας καταλάβῃ τοὺς σωθησομένους, ὥσπερ τὸν Παῦλον. Ὁ δὲ οἶκος, τὴν βασιλείαν, ἐν ᾗ ἀποκαθίστανται πάντες οἱ ἅγιοι. Ἡ δὲ μακρότης τῶν ἡμερῶν, τὴν αἰώνιον ζωήν.

3.3 (γ') Κατὰ παράχρησιν αἱ κακίαι τῶν τῆς ψυχῆς δυνάμεων ἡμῖν ἐπισυμβαίνουσιν, οἷον τῆς τε ἐπιθυμητικῆς καὶ τῆς θυμοειδοῦς καὶ τῆς λογιστικῆς. Καὶ τῆς μὲν λογιστικῆς δυνάμεως παράχρησίς ἐστιν ἀγνωσία καὶ ἀφροσύνη· τῆς δὲ θυμοειδοῦς καὶ ἐπιθυμητικῆς, 14__264 μῖσος καὶ ἀκολασία. Χρῆσις δὲ τούτων, γνῶσις καὶ φρόνησις, ἀγάπη τε καὶ σωφροσύνη· εἰ δὲ τοῦτο, οὐδὲν τῶν ὑπὸ Θεοῦ κτισθέντων καὶ γεγονότων ἐστὶ κακόν.

3.4 (δ') Οὐ τὰ βρώματα κακά, ἀλλ᾽ ἡ γαστριμαργία· οὐδὲ ἡ παιδοποιία, ἀλλ᾽ ἡ πορνεία· οὐδὲ τὰ χρήματα, ἀλλ᾽ ἡ φιλαργυρία· οὐδὲ ἡ δόξα, ἀλλ᾽ ἡ κενοδοξία. Εἰ δὲ τοῦτο, οὐδὲν ἐν τοῖς οὖσι κακόν, εἰ μὴ ἡ παράχρησις, ἥτις ἐπισυμβαίνει ἐκ τῆς τοῦ νοῦ ἀμελείας περὶ τὴν φυσικὴν γεωργίαν.

3.5 (ε') Τὸ ἐν δαίμοσι κακὸν ταῦτα εἶναί φησιν ὁ μακάριος ∆ιονύσιος· θυμὸν ἄλογον, ἄνουν ἐπιθυμίαν, φαντασίαν προπετῆ. Ἀλογία δὲ καὶ ἄνοια καὶ προπέτεια ἐπὶ τῶν λογικῶν στερήσεις εἰσὶ λόγου καὶ νοῦ καὶ περισκέψεως. Αἱ δὲ στερήσεις τῶν ἕξεών εἰσι δεύτεραι· ἄρα οὖν ἦν ὅτε ὑπῆρχεν ἐν αὐτοῖς λόγος καὶ νοῦς καὶ περίσκεψις εὐλαβής. Εἰ δὲ τοῦτο, οὐδὲ οἱ δαίμονες φύσει κακοί· ἀλλ᾽ ἐκ παραχρήσεως τῶν φυσικῶν δυνάμεων κακοὶ γεγόνασι.

3.6 (στ') Τὰ μὲν τῶν παθῶν, ἀκολασίας· τὰ δέ, μίσους· τὰ δέ, καὶ ἀκολασίας καὶ μίσους εἰσὶ ποιητικά.

3.7 (ζ') Πολυφαγία καὶ ἡδυφαγία ἀκολασίας εἰσὶν αἰτίαι· φιλαργυρία δὲ καὶ κενοδοξία, μίσους πρὸς τὸν πλησίον· ἡ δὲ τούτων μήτηρ φιλαυτία τῶν ἀμφοτέρων ἐστὶν αἰτία.