1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

55

ἀλλὰ διὰ τῆς μακροθυμούσης ἀγάπης τὰ 14__320 χθεσινὰ καλὰ λογιζόμενος τὸ σήμερον μῖσος τῆς ψυχῆς ἀπόβαλλε.

4.27 (κζ') Μὴ ὃν ἐπῄνεις χθὲς ὡς καλὸν καὶ ἐνεκωμίαζες ὡς ἐνάρετον, σήμερον ὡς φαῦλον καὶ πονηρὸν κακολογήσῃς, διὰ τὴν σὴν ἐξ ἀγάπης εἰς μῖσος μεταβολὴν τὸν τοῦ ἀδελφοῦ ψόγον ἀπολογίαν τοῦ ἐν σοὶ πονηροῦ μίσους ποιούμενος· ἀλλὰ τοῖς αὐτοῖς ἐγκωμίοις ἐπίμεινον, κἆν ἔτι ὑπὸ τῆς λύπης κεκράτησαι, καὶ εἰς τὴν αὐτὴν σωτήριον ἀγάπην εὐχερῶς ἐπανέρχῃ.

4.28 (κη') Μὴ τὸν συνήθη τοῦ ἀδελφοῦ ἔπαινον διὰ τὴν ἔτι ἔν σοι πρὸς αὐτὸν ὑπάρχουσαν κεκρυμμένην λύπην ἐν τῇ τῶν λοιπῶν ἀδελφῶν συντυχίᾳ νοθεύσῃς, συμπαραμίσγων τοῖς λόγοις λεληθότως τὸν ψόγον· ἀλλὰ καθαρῷ τῷ ἐπαίνῳ ἐν τῇ συντυχίᾳ χρῆσαι καὶ γνησίως ὑπὲρ αὐτοῦ ὡς ὑπὲρ σαυτοῦ προσεύχου καὶ τοῦ ὀλεθρίου μίσους τάχιστα ἀπαλλάττῃ.

4.29 (κθ') Μὴ εἴπῃς· οὐ μισῶ τὸν ἀδελφόν, τὴν μνήμην αὐτοῦ ἀποστρεφόμενος· ἀλλὰ ἄκουσον Μωϋσέως λέγοντος· Μὴ μισήσῃς τὸν ἀδελφόν σου τῇ διανοίᾳ σου· ἐλεγμῷ ἐλέγξεις τὸν ἀδελφόν σου καὶ οὐ λήψῃ δι᾽ αὐτὸν ἁμαρτίαν.

4.30 (λ') Κἂν ὁ ἀδελφὸς τυχὸν πειραζόμενος ἐπιμείνῃ κακολογῶν σε, ἀλλὰ σύ γε μὴ ἐξενεχθῇς τῆς ἀγαπητικῆς καταστάσεως, τοῦ αὐτοῦ πονηροῦ δαίμονος ἀνεχόμενος ἐνοχλοῦντος κατὰ διάνοιαν. Οὐκ ἐξενεχθήσῃ δὲ ταύτης, ἐὰν λοιδορούμενος εὐλογήσῃς, ἐὰν δυσφημούμενος εὐφημήσῃς, ἐὰν ἐπιβουλευόμενος εὐνοήσῃς· αὕτη ἐστὶν ἡ ὁδὸς τῆς κατὰ Χριστὸν φιλοσοφίας καὶ ὁ μὴ ταύτην ὁδεύων οὐ συναυλίζεται αὐτῷ.

4.31 (λα') Μὴ ὡς εὐνοοῦντας λογίζου τοὺς λόγους σοι φέροντας λύπην (≡14__322> ἐν σοὶ καὶ μῖσος πρὸς τὸν ἀδελφὸν ἐργαζομένους, κἂν ἀληθεύειν δοκῶσιν· ἀλλ᾽ ὡς θανατοῦντας ὄφεις τοὺς τοιούτους ἀποστρέφου, ἵνα κἀκείνους τοῦ κακολογεῖν ἀνακόψῃς καὶ τὴν σεαυτοῦ ψυχὴν πονηρίας ἀπαλλάξῃς.

4.32 (λβ') Μὴ λόγοις δι᾽ αἰνιγμάτων τὸν ἀδελφὸν κεντήσῃς, ἵνα μὴ τὰ ὅμοια παρ᾽ αὐτοῦ ἀντιδεχόμενος τὴν τῆς ἀγάπης διάθεσιν ἐξ ἀμφοτέρων ἀπελάσῃς· ἀλλὰ μετὰ παρρησίας ἀγαπητικῆς ὕπαγε ἔλεγξον αὐτόν, ἵνα τὰς αἰτίας τῆς λύπης λύσας ταραχῆς καὶ λύπης ἀμφοτέρους ἀπαλλάξῃς.

4.33 (λγ') Ἐρεύνησον τὴν συνείδησιν μετὰ πάσης ἀκριβείας, μήποτε τῇ σῇ αἰτίᾳ ὁ ἀδελφὸς οὐ διηλλάγη· καὶ μὴ παραλογίζου ταύτην τὰ κρυπτά σου γινώσκουσαν καὶ κατηγοροῦσάν σου ἐν τῷ καιρῷ τῆς ἐξόδου καὶ ἐν καιρῷ δὲ προσευχῆς πρόσκομμά σοι γινομένην.

4.34 (λδ') Μὴ μνημόνευε ἐν τῷ καιρῷ τῆς εἰρήνης τῶν ἐν τῷ καιρῷ τῆς λύπης ὑπὸ τοῦ ἀδελφοῦ λεχθέντων, κἄν τε κατὰ πρόσωπον τὰ λυπηρὰ ἐρρέθῃ κἄν τε πρὸς ἄλλον περί σου καὶ μετὰ ταῦτα ἤκουσας· ἵνα μὴ τῶν λογισμῶν τῆς μνησικακίας ἀνεχόμενος εἰς τὸ ὀλέθριον μῖσος τοῦ ἀδελφοῦ ὑποστρέψῃς.

4.35 (λε') Οὐ δύναται ψυχὴ λογικὴ πρὸς ἄνθρωπον μῖσος τρέφουσα πρὸς τὸν Θεὸν εἰρηνεῦσαι, τὸν τῶν ἐντολῶν δοτῆρα. Ἐὰν γάρ, φησί, μὴ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, οὐδὲ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος ἀφήσει ὑμῖν τὰ παραπτώματα ὑμῶν. Εἰ δὲ ἐκεῖνος εἰρηνεύειν οὐ θέλει, ἀλλὰ σύ γε σεαυτὸν (14__324> ἀπὸ μίσους φύλαξον, προσευχόμενος ὑπὲρ αὐτοῦ γνησίως καὶ μὴ κακολογῶν αὐτὸν πρός τινα.

4.36 (λστ') Ἡ τῶν ἁγίων ἀγγέλων ἄφραστος εἰρήνη ταῖς δυσὶ ταύταις κεκράτηται διαθέσεσι· τῇ τε πρὸς τὸν Θεὸν καὶ τῇ πρὸς ἀλλήλους ἀγάπῃ· ὁμοίως δὲ καὶ πάντων τῶν ἀπ᾽ αἰῶνος ἁγίων. Παγκάλως οὖν εἴρηται ὑπὸ τοῦ Σωτῆρος ἡμῶν ὅτι ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος καὶ οἱ προφῆται κρέμανται.