1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

70

Τοῦ δὲ Ἱερεμίου λέγοντος· "∆ότε τῷ Κυρίῳ Θεῷ ὑμῶν δόξαν πρὸ (14__396> τοῦ σκοτάσαι, καὶ πρὸ τοῦ προσκόψαι τοὺς πόδας 'ὑμῶν' ἐπ᾽ ὄρη σκοτεινά». Καὶ πάλιν· "Ἀκούσατε λαὸς μωρὸς καὶ ἀκάρδιος· ὀφθαλμοὶ αὐτοῖς, καὶ οὐ βλέπουσιν· ὦτα αὐτοῖς, καὶ οὐκ ἀκούουσιν. Ἐμὲ οὐ φοβηθήσεσθε, λέγει Κύριος; ἢ ἀπὸ τοῦ προσώπου μου οὐκ εὐλαβηθήσεσθε; τὸν ποιήσαντα ὅριον ψάμμον τῇ θαλάσσῃ, πρόσταγμα αἰώνιον, καὶ οὐχ ὑπερβήσεται;" Καὶ πάλιν· "Παιδεύσει σε ἡ ἀποστασία σου, καὶ ἡ κακία σου ἐλέγξει σε. Καὶ γνῶθι, καὶ ἴδε, ὅτι πικρόν σοί ἐστι τὸ καταλιπεῖν σε ἐμέ, λέγει Κύριος. Ἐγὼ ἐφύτευσα ἄμπελον καρποφόρον πᾶσαν ἀληθινήν· πῶς ἐστράφης εἰς πικρίαν ἡ ἄμπελος ἡ ἀλλοτρία;" Καὶ πάλιν· "Οὐκ ἐκάθισα μετὰ συνεδρίου παιζόντων· ἀλλ᾽ ηὐλαβούμην ἀπὸ προσώπου χειρός σου. Καταμόνας ἐκαθήμην, ὅτι πικρίας ἐνεπλήσθην».

Τίς δὲ οὐ φρίσσει τοῦ Ἰεζεκιὴλ ἀκούων λέγοντος· "Ἐκχεῶ τὴν ὀργήν μου ἐπὶ σέ, καὶ συντελέσω τὸν θυμόν μου ἐπὶ σοί· καὶ κρινῶ σε ἐν ταῖς ὁδοῖς σου, καὶ δώσω ἐπὶ σὲ πάντα τὰ βδελύγματά σου· καὶ οὐ φείσεται ὁ ὀφθαλμός μου, οὐδ᾽ οὐ μὴ ἐλεήσω· καὶ τότε ἐπιγνώσῃ, ὅτι ἐγὼ Κύριος». Τίς δὲ τοῦ ∆ανιὴλ ἀκούων οὐ κατανύγεται διαγράφοντος διαρρήδην τὴν ἡμέραν τῆς φοβερᾶς κρίσεως, ἐν οἷς φησιν· "Ἐγὼ ∆ανιὴλ ἐθεώρουν, ἕως οὗ θρόνοι ἐτέθησαν. Καὶ Παλαιὸς ἡμερῶν ἐκάθησεν. Τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιών· καὶ ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ὡς ἔριον καθαρόν. Καὶ ὁ θρόνος αὐτοῦ φλὸξ πυρός· οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον. Ποταμὸς πυρὸς (14__398> εἷλκεν, ἐκπορευόμενος ἔμπροσθεν αὐτοῦ. Χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ μύριαι μυριάδες παρειστήκεισαν ἔμπροσθεν αὐτοῦ. Κριτήριον ἐκάθισε, καὶ βίβλοι ἠνεῴχθησαν [τὰ πεπραγμένα ἑκάστου δῆλον ὅτι]». Καὶ πάλιν· "Ἐθεώρουν ἐν ὁράματι τῆς νυκτός, καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ, ὡς Υἱὸς ἀνθρώπου ἐρχόμενος ἦν· καὶ ἕως τοῦ Παλαιοῦ ἡμερῶν ἔφθασεν· καὶ ἐνώπιον αὐτοῦ προσηνέχθη αὐτῷ· καὶ αὐτῷ ἐδόθη ἡ ἀρχὴ καὶ ἡ τιμὴ καὶ ἡ βασιλεία. Καὶ πάντες οἱ λαοί, φυλαί, γλῶσσαι αὐτῷ δουλεύσουσι· καὶ ἡ ἐξουσία αὐτοῦ, ἐξουσία αἰώνιος· καὶ ἡ βασιλεία αὐτοῦ, βασιλεία αἰώνιος. Ἔφριξε τὸ πνεῦμά μου, ἐγὼ ∆ανιήλ, ἐν τῇ ἕξει μου, καὶ αἱ ὁράσεις τῆς κεφαλῆς μου συνετάρασσόν με».

28 (κη'). Τίς δὲ τοῦ ∆αβὶδ ἀκούων οὐ φοβεῖται λέγοντος· "Ἅπαξ ἐλάλησεν ὁ Θεός, δύο ταῦτα ἤκουσα, ὅτι τὸ κράτος τοῦ Θεοῦ, καὶ σοῦ, Κύριε, τὸ ἔλεος· ὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ». Καὶ πάλιν τοῦ Ἐκκλησιαστοῦ λέγοντος· "Τέλος λόγου, τὸ πᾶν ἄκουε· τὸν Θεὸν φοβοῦ, καὶ τὰς ἐντολὰς αὐτοῦ φύλασσε, ὅτι τοῦτο πᾶς ἄνθρωπος· ὅτι σύμπαν τὸ ποίημα ἄξει ὁ Θεὸς ἐν κρίσει ἐν παντὶ παρεωραμένῳ, ἐὰν ἀγαθόν, καὶ ἐὰν πονηρόν».

29 (κθ'). Τίς δὲ τὰ ὅμοια ἀκούων τοῦ Ἀποστόλου λέγοντος οὐ τρέμει· "∆εῖ γὰρ πάντας ἡμᾶς παραστῆναι τῷ βήματι τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος ἡμῶν τὰ διὰ τοῦ σώματος, εἴτε ἀγαθόν, εἴτε κακόν». Τίς οὖν οὐ θρηνήσει τὴν ἀπιστίαν ἡμῶν, (14__400> καὶ τὴν τύφλωσιν τῆς 'ψυχῆς ἡμῶν,' ὅτι τούτων πάντων ἀκούοντες οὐ μετανοοῦμεν, καὶ πικρῶς κλαίομεν ἐπὶ τῇ τοσαύτῃ ἡμῶν ἀμελείᾳ καὶ ῥᾳθυμίᾳ; ἣν προθεωρῶν Ἱερεμίας ἔλεγεν· "Ἐπικατάρατος ὁ ποιῶν τὰ ἔργα Κυρίου ἀμελῶς». Εἰ γὰρ εἴχομεν φροντίδα περὶ τῆς σωτηρίας τῶν 'ψυχῶν' ἡμῶν, ἐτρέμομεν ἂν τὸν λόγον τοῦ Κυρίου, καὶ ἐσπεύδομεν κατορθῶσαι τὰς ἐντολὰς αὐτοῦ, δι᾽ ὧν καὶ ἐσωζόμεθα. Ἀλλ᾽ ἡμεῖς ἀκούοντες τοῦ Κυρίου λέγοντος· "Εἰσέλθετε διὰ τῆς στενῆς πύλης, τῆς εἰσαγούσης εἰς τὴν ζωήν», προετιμήσαμεν τὴν πλατεῖαν καὶ εὐρύχωρον, τὴν ἀπάγουσαν εἰς τὴν ἀπώλειαν. ∆ιὰ τοῦτο ἀκούομεν ὅταν ἐκ τῶν οὐρανῶν παραγίνηται κρῖναι ζῶντας καὶ νεκρούς· "Ὑπάγετε ἀπ᾽ ἐμοῦ, οἱ κατηράμενοι, εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ».

30 (λ'). Καὶ ταῦτα ἀκούομεν, οὐχ ὡς κακῶς πράξαντες, ἀλλ᾽ ὡς τῶν καλῶν ἀμελήσαντες, καὶ τὸν πλησίον μὴ ἀγαπήσαντες. Εἰ δὲ καὶ κακὰ ἐπράξαμεν, πῶς