1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

9

ποιῆσαι, τηνικαῦτα καὶ αὐτὴ τῷ Θεῷ ἀληθινῷ τε καὶ ἀγαθῷ καὶ ἑνὶ καὶ μόνῳ ἑνωθήσεται, καλή τε καὶ μεγαλοπρεπής, καὶ αὐτῷ κατὰ τὸ ἐφικτὸν ἐμφερὴς γενομένη τῇ συμπληρώσει τῶν τεσσάρων γενικῶν ἀρετῶν τῶν δηλωτικῶν μὲν τῆς κατὰ ψυχὴν θείας δεκάδος, περιεκτικῶν δὲ τῆς ἄλλης τῶν ἐντολῶν μακαρίας δεκάδος.

∆εκὰς γὰρ δυνάμει ἐστὶν ἡ τετράς, ἀπὸ τῆς μονάδος εἱρμῷ κατὰ πρόοδον συντιθεμένη. Καὶ πάλιν μονὰς ἡ αὐτή, κατὰ σύνοδον τὸ ἀγαθὸν μοναδικῶς περιέχουσα, καὶ τὸ ἁπλοῦν καὶ ἀμερὲς τῆς θείας ἐνεργείας ἐφ᾽ ἑαυτῆς ἀτμήτως μεμερισμένον δεικνύουσα· 14__080 αἷς τὸ μὲν οἰκεῖον εὐτόνως ἀπαρεγχείρητον ἡ ψυχὴ διετήρησεν, τὸ δὲ ἀλλότριον ἀνδρικῶς ὡς πονηρὸν ἀπερράπισεν, ὡς νοῦν εὔλογον ἔχουσα καὶ σοφίαν ἔμφρονα καὶ θεωρίαν ἔμπρακτον, καὶ γνῶσιν ἐνάρετον, καὶ τὴν ἐπ᾽ αὐταῖς ἄληστον γνῶσιν πιστοτάτην ὁμοῦ καὶ ἀμετάπτωτον, καὶ ὡς τοῖς αἰτίοις τὰ αἰτιατά, καὶ ταῖς δυνάμεσι τὰς ἐνεργείας σωφρόνως συνημμένας Θεῷ προσκομίσασα, καὶ ἀντιλαβοῦσα τούτων τὴν ποιητικὴν τῆς ἁπλότητος θέωσιν.

Ἐνέργεια γάρ ἐστι καὶ φανέρωσις τοῦ μὲν νοῦ ὁ λόγος ὡς αἰτίας αἰτιατόν· καὶ τῆς σοφίας ἡ φρόνησις, καὶ τῆς θεωρίας ἡ πρᾶξις, καὶ τῆς γνώσεως ἡ ἀρετή, καὶ τῆς ἀλήστου γνώσεως ἡ πίστις· ἐξ ὧν ἡ ἐνδιάθετος πρός τε τὴν ἀλήθειαν καὶ τὸ ἀγαθόν, φημὶ δὲ τὸν Θεόν, σχέσις δημιουργεῖται, ἣν ἔφασκεν εἶναι θείαν ἐπιστήμην καὶ γνῶσιν ἄπταιστον καὶ ἀγάπην καὶ εἰρήνην, ἐν αἷς καὶ δι᾽ ὧν ἡ θέωσις· τὴν μὲν ἐπιστήμην ὡς συμπλήρωσιν πάσης τῆς ἐφικτῆς ἀνθρώποις περὶ Θεοῦ καὶ τῶν θείων γνώσεως καὶ τῶν ἀρετῶν περιοχὴν ἄπταιστον, τὴν δὲ γνώσιν ὡς ἐπιβᾶσαν γνησίως τῇ ἀληθείᾳ, καὶ πεῖραν τοῦ θείου διαρκῆ παρεχομένην, τὴν δὲ ἀγάπην ὡς ὅλης τοῦ Θεοῦ κατὰ διάθεσιν ὅλην μετέχουσαν τῆς τερπνότητος, τὴν δὲ εἰρήνην ὡς τὰ αὐτὰ τῷ Θεῷ πάσχουσαν καὶ πάσχειν τοὺς κατ᾽ αὐτὴν ἀξιωθέντας γενέσθαι παρασκευάζουσαν.

Εἰ γὰρ τὸ θεῖον παντελῶς ἀκίνητον, ὡς τὸ διοχλοῦν καθ᾽ ὁτιοῦν οὐκ ἔχοντί γὰρ καὶ τὸ φθάνον ἐστὶ τὴν ἐκείνου περιωπήν; , ἡ δὲ εἰρήνη σταθερότης ἐστὶν ἀκλόνητός τε καὶ ἀκίνητος· πρὸς δέ, καὶ ἀνενόχλητος εὐφροσύνη· ἆρα τὰ θεῖα οὐ πάσχει καὶ πᾶσα ψυχή, ἡ τὴν θείαν καταξιωθεῖσα κομίσασθαι εἰρήνην; ὡς 14__082 μὴ μόνον κακίας καὶ ἀγνωσίας, ψεύδους τε καὶ πονηρίας, τῶν τε ἀρετῇ καὶ γνώσει, τῇ τε ἀληθείᾳ καὶ τῷ ἀγαθῷ ἀντικειμένων κακιῶν, αἳ ταῖς παρὰ φύσιν τῆς ψυχῆς κινήσεσι παρυφίστανται, ἀλλ᾽ ἤδη καὶ ἀρετῆς καὶ γνώσεως, ἀληθείας τε αὖ καὶ ἀγαθότητος τῶν ἡμῖν διεγνωσμένων τοὺς ὅρους, εἰ θέμις εἰπεῖν, ὑπερβᾶσα, καὶ τῇ ὑπεραληθεστάτῃ καὶ ὑπεραγάθῳ κοίτῃ τοῦ Θεοῦ κατὰ τὴν ἀψευδεστάτην αὐτοῦ ἐπαγγελίαν ἀρρήτως τε καὶ ἀγνώστως ἑαυτὴν κατευνάσασα, ὡς μηδὲν τῶν διοχλεῖν αὐτῇ πεφυκότων λοιπὸν ἔχουσα φθάνον αὐτῆς τὴν ἐν Θεῷ κρυφιότητα· καθ᾽ ἣν μακαρίαν καὶ παναγίαν κοίτην τὸ φρικτὸν ἐκεῖνο τῆς ὑπὲρ νοῦν καὶ λόγον ἑνότητος μυστήριον ἐπιτελεῖται, δι᾽ οὗ μία σὰρξ καὶ ἓν πνεῦμα, ὅ τε Θεὸς πρὸς [τὴν Ἐκκλησίαν,] τὴν ψυχήν, καὶ ἡ ψυχὴ πρὸς τὸν Θεὸν γενήσεται· ὦ πῶς σε Χριστέ, θαυμάσω τῆς ἀγαθότητος, οὐ γὰρ ἀμυνῆσαι φάναι τολμήσω, ὁ μήτε πρὸς τὸ θαυμάζειν ἀξίως ἀρκοῦσαν ἔχων τὴν δύναμιν· "Ἔσονται γὰρ οἱ δύο εἰς σάρκα μίαν· τὸ δὲ μυστήριον τοῦτο μέγα ἐστίν· ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ τὴν Ἐκκλησίαν», φησὶν ὁ θεῖος Ἀπόστολος. Καὶ πάλιν· "Ὁ κολλώμενος τῷ Κυρίῳ, ἓν πνεῦμά ἐστι».

Οὕτω γοῦν ἑνοειδῆ γενομένην ψυχὴν καὶ πρὸς ἑαυτὴν καὶ Θεῷ συναχθεῖσαν οὐκ ἔσται ὁ εἰς πολλὰ κατ᾽ ἐπίνοιαν αὐτὴν ἔτι διαιρῶν λόγος, τῷ πρώτῳ καὶ μόνῳ καὶ ἑνὶ Λόγῳ τε καὶ Θεῷ κατεστεμμένην τὴν κεφαλήν· ἐν ᾧ κατὰ μίαν ἀπερινόητον ἁπλότητα πάντες οἱ τῶν ὄντων λόγοι ἑνοειδῶς καὶ εἰσὶ καὶ ὑφεστήκασιν, ὡς δημιουργῷ τῶν ὄντων καὶ ποιητῇ· ᾧ ἐνατενίζουσα 14__084 οὐκ ἐκτὸς αὐτῆς