1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

32

1.94 (ƒδ') ∆ιὰ μὲν τῆς ἐργασίας τῶν ἐντολῶν τὰ πάθη ὁ νοῦς ἀποδύεται· διὰ δὲ τῆς τῶν ὁρατῶν πνευματικῆς θεωρίας, τὰ ἐμπαθῆ τῶν πραγμάτων νοήματα· διὰ δὲ τῆς τῶν ἀοράτων γνώσεως, τὴν τῶν ὁρατῶν θεωρίαν· ταύτην δέ, διὰ τῆς γνώσεως τῆς ἁγίας Τριάδος.

14__206 1.95 (ƒε') Ὥσπερ ὁ ἥλιος ἀνατέλλων καὶ τὸν κόσμον φωτίζων δείκνυσί τε ἑαυτὸν καὶ τὰ ὑπ᾽ αὐτοῦ φωτιζόμενα πράγματα· οὕτω καὶ ὁ τῆς δικαιοσύνης ἥλιος τῷ καθαρῷ νῷ ἀνατέλλων καὶ ἑαυτὸν δείκνυσι καὶ πάντων τῶν ὑπ᾽ αὐτοῦ γεγονότων καὶ γενησομένων τοὺς λόγους.

1.96 (ƒστ') Οὐκ ἐκ τῆς οὐσίας αὐτοῦ τὸν Θεὸν γινώσκομεν, ἀλλ᾽ ἐκ τῆς μεγαλουργίας αὐτοῦ καὶ προνοίας τῶν ὄντων· διὰ τούτων γὰρ ὡς δι᾽ ἐσόπτρων τὴν ἄπειρον ἀγαθότητα καὶ σοφίαν καὶ δύναμιν κατανοοῦμεν.

1.97 (ƒζ') Ὁ καθαρὸς νοῦς ἢ ἐν τοῖς ψιλοῖς νοήμασι τῶν ἀνθρωπίνων πραγμάτων εὑρίσκεται ἢ ἐν τῇ τῶν ὁρατῶν φυσικῇ θεωρίᾳ ἢ ἐν τῇ τῶν ἀοράτων ἢ ἐν τῷ φωτὶ τῆς ἁγίας Τριάδος.

1.98 (ƒη') Ἐν μὲν τῇ τῶν ὁρατῶν θεωρίᾳ γενόμενος ὁ νοῦς ἢ τοὺς φυσικοὺς αὐτῶν λόγους ἐρευνᾷ ἢ τοὺς δι᾽ αὐτῶν σημαινομένους ἢ αὐτὴν τὴν αἰτίαν ζητεῖ.

1.99 (ƒθ') Ἐν δὲ τῇ τῶν ἀοράτων διατρίβων τούς τε φυσικοὺς αὐτῶν λόγους ζητεῖ καὶ τὴν αἰτίαν τῆς γενέσεως αὐτῶν καὶ τὰ τούτοις ἀκόλουθα καὶ τίς ἡ περὶ αὐτοὺς πρόνοια καὶ κρίσις.

1.100 (ρ') Ἐν δὲ Θεῷ γενόμενος, τοὺς περὶ τῆς οὐσίας αὐτοῦ πρῶτον λόγους ζητεῖ μὲν ὑπὸ τοῦ πόθου φλεγόμενος, οὐκ ἐκ τῶν κατ᾽ αὐτὸν δὲ παραμυθίαν εὑρίσκει· ἀμήχανον γὰρ τοῦτο καὶ ἀνένδεκτον πάσῃ γενετῇ φύσει ἐξ ἴσου. Ἐκ δὲ τῶν περὶ αὐτὸν παραμυθεῖται, λέγω δὴ τῶν περὶ ἀϊδιότητος, ἀπειρίας τε καὶ 14__208 ἀοριστίας, ἀγαθότητός τε καὶ σοφίας καὶ δυνάμεως δημιουργικῆς τε καὶ προνοητικῆς καὶ κριτικῆς τῶν ὄντων. Καὶ τοῦτο πάντῃ καταληπτὸν αὐτοῦ μόνον, ἡ ἀπειρία· καὶ αὐτὸ τὸ μηδὲν γινώσκειν, ὑπὲρ νοῦν γινώσκειν, ὥς που οἱ θεολόγοι ἄνδρες εἰρήκασι Γρηγόριός τε καὶ ∆ιονύσιος.

14__210 ΕΚΑΤΟΝΤΑΣ ∆ΕΥΤΕΡΑ 2.1 (α') Ὁ γνησίως τὸν Θεὸν ἀγαπῶν, οὗτος καὶ ἀπερισπάστως πάντως

προσεύχεται· καὶ ὁ ἀπερισπάστως πάντως προσευχόμενος, οὗτος καὶ γνησίως τὸν Θεὸν ἀγαπᾷ. Οὐκ εὔχεται δὲ ἀπερισπάστως ὅ τινι τῶν ἐπιγείων ἔχων τὸν νοῦν προσηλωμένον· οὐκ ἄρα ἀγαπᾷ τὸν Θεὸν ὅ τινι τῶν ἐπιγείων ἔχον τὸν νοῦν προσδεδεμένον.

2.2 (β') Ὁ νοῦς πράγματι χρονίζων αἰσθητῷ πάθος ἔχει πάντως πρὸς αὐτό, οἷον ἐπιθυμίας ἢ λύπης ἢ ὀργῆς ἢ μνησικακίας· καὶ εἰ μὴ τοῦ πράγματος ἐκείνου καταφρονεῖ, τοῦ πάθους ἐκείνου ἐλευθεροῦσθαι οὐ δύναται.

2.3 (γ') Τὰ μὲν πάθη τοῦ νοῦ κρατοῦντα συνδεσμοῦσιν αὐτὸν τοῖς πράγμασι τοῖς ὑλικοῖς· καὶ τοῦ Θεοῦ χωρίσαντα αὐτοῖς ἐνασχολεῖσθαι ποιοῦσιν. Ἡ δὲ τοῦ Θεοῦ ἀγάπη κρατήσασα λύει αὐτὸν τῶν δεσμῶν, περιφρονεῖν πείθουσα οὐ μόνον τῶν αἰσθητῶν πραγμάτων, ἀλλὰ καὶ αὐτῆς ἡμῶν τῆς προσκαίρου ζωῆς.

2.4 (δ') Ἔργον τῶν ἐντολῶν, ψιλὰ ποιεῖν τὰ τῶν πραγμάτων νοήματα· ἀναγνώσεως δὲ καὶ θεωρίας, ἄϋλον καὶ ἀνείδεον τὸν νοῦν ἀπεργάζεσθαι· ἐκ δὲ τούτου συμβαίνει τὸ ἀπερισπάστως προσεύχεσθαι.

14__212 2.5 (ε') Οὐκ ἀρκεῖ ἡ πρακτικὴ μέθοδος πρὸς τὸ τελείως τὸν νοῦν τῶν παθῶν ἐλευθερωθῆναι, ὥστε δυνηθῆναι αὐτὸν ἀπερισπάστως προσεύχεσθαι, εἰ