1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

58

τριβόλοις τοὺς ὀφθαλμοὺς κατακεντοῦντος. ∆ιὸ ἀναγκαίως δέεται ἡ γνῶσις τῆς ἀγάπης.

4.63 (ξγ') Μὴ ὅλην τὴν σχολήν σου περὶ τὴν σάρκα ἔχε, ἀλλὰ ὅρισον αὐτῇ τὴν κατὰ δύναμιν ἄσκησιν καὶ ὅλον τὸν νοῦν σου περὶ τὰ ἔνδον τρέψον· Ἡ γὰρ σωματικὴ γυμνασία πρὸς ὀλίγον ἐστὶν ὠφέλιμος· ἡ δὲ εὐσέβεια πρὸς πάντα ἐστὶν ὠφέλιμος· καὶ τὰ ἑξῆς.

4.64 (ξδ') Ὁ ἀδιαλείπτως περὶ τὰ ἔνδον τὰς διατριβὰς ποιούμενος σωφρονεῖ, μακροθυμεῖ, χρηστεύεται, ταπεινοφρονεῖ· οὐ μόνον, ἀλλὰ καὶ θεωρεῖ καὶ θεολογεῖ καὶ προσεύχεται· καὶ τοῦτό ἐστιν ὃ λέγει ὁ Ἀπόστολος· Πνεύματι περιπατεῖτε, καὶ τὰ ἑξῆς.

4.65 (ξε') Ὁ τὴν πνευματικὴν ὁδὸν ὁδεύειν μὴ ἐπιστάμενος, τῶν ἐμπαθῶν νοημάτων οὐ ποιεῖται φροντίδα, ἀλλ᾽ ὅλην τὴν σχολὴν περὶ τὴν σάρκα ἔχει καὶ ἢ γαστριμαργεῖ καὶ ἀκολασταίνει, λυπεῖταί τε καὶ ὀργίζεται καὶ μνησικακεῖ καὶ ἐντεῦθεν τὸν νοῦν σκοτίζει ἢ ἀμέτρως τῇ ἀσκήσει κέχρηται καὶ θολοῖ τὴν διάνοιαν.

4.66 (ξστ') Οὐδὲν τῶν ἐκ Θεοῦ εἰς χρῆσιν ἡμῖν δοθέντων ἀναιρεῖ ἡ Γραφή, ἀλλὰ τὴν ἀμετρίαν κολάζει καὶ τὴν ἀλογιστίαν διορθοῦται. Οἷον οὐ κωλύει ἐσθίειν οὐδὲ παιδοποιεῖν οὐδὲ χρήματα ἔχειν καὶ ὀρθῶς διοικεῖν, ἀλλὰ κωλύει γαστριμαργεῖν, πορνεύειν καὶ τὰ ἑξῆς· ἀλλ᾽ οὐδὲ τὸ νοεῖν ταῦτα κωλύει· διὰ τοῦτο γὰρ καὶ γεγόνασιν· ἀλλὰ τὸ ἐμπαθῶς νοεῖν.

4.67 (ξζ') Τὰ μὲν τῶν ὑφ᾽ ἡμῶν κατὰ Θεὸν πραττομένων κατ᾽ ἐντολὴν πράττεται· τὰ δὲ οὐ κατ᾽ ἐντολήν, ἀλλ᾽ ὡς ἄν τις εἴποι, (14__336> καθ᾽ ἑκούσιον προσφοράν. Οἷον κατ᾽ ἐντολὴν μέν, τὸ ἀγαπᾶν τὸν Θεὸν καὶ τὸν πλησίον, τὸ ἀγαπᾶν τοὺς ἐχθρούς, τὸ μὴ μοιχεύειν, μὴ φονεύειν καὶ τὰ λοιπά· ἅτινα καὶ παραβαίνοντες κατακρινόμεθα. Οὐ κατ᾽ ἐντολὴν δέ, τὸ παρθενεύειν, ἡ ἀγαμία, ἡ ἀκτημοσύνη, ἡ ἀναχώρησις καὶ τὰ ἑξῆς· ταῦτα δώρων λόγον ἐπέχουσι, ἵνα ἐάν τινας τῶν ἐντολῶν κατορθῶσαι ἐξ ἀσθενείας μὴ δυνηθῶμεν, διὰ τῶν δώρων τὸν ἀγαθὸν ἡμῶν ἐξιλεωσώμεθα ∆εσπότην.

4.68 (ξη') Ὁ τὴν ἀγαμίαν τιμῶν ἢ παρθενίαν ἀναγκαίως ὀφείλει ἔχειν τὴν ὀσφῦν περιεζωσμένην καὶ τὸν λύχνον καιόμενον· τὴν μὲν ὀσφῦν δι᾽ ἐγκρατείας, τὸν δὲ λύχνον διὰ προσευχῆς καὶ θεωρίας καὶ ἀγάπης πνευματικῆς.

4.69 (ξθ') Τινὲς τῶν ἀδελφῶν ἐκτὸς ἑαυτοὺς εἶναι νομίζουσι τῶν τοῦ ἁγίου Πνεύματος χαρισμάτων· οὐ γὰρ ἴσασι διὰ τὴν ἀμέλειαν τῆς τῶν ἐντολῶν ἐργασίας ὅτι ὁ τὴν εἰς Χριστὸν πίστιν ἀνόθευτον ἔχων πάντα τὰ θεῖα χαρίσματα συλλήβδην ἔχει ἐν ἑαυτῷ. Ἐπειδὴ γὰρ τῆς εἰς αὐτὸν κατ᾽ ἐνέργειαν ἀγάπης διὰ τὴν ἀργίαν μακράν ἐσμεν, τῆς δεικνυούσης ἡμῖν τοὺς ἐν ἡμῖν θείους θησαυρούς, εἰκότως ἐκτὸς ἑαυτοὺς τῶν θείων νομίζομεν χαρισμάτων.

4.70 (ο') Εἰ ὁ Χριστὸς ἐν ταῖς καρδίαις ἡμῶν κατοικεῖ διὰ τῆς πίστεως, κατὰ τὸν θεῖον Ἀπόστολον, πάντες δὲ οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἐν αὐτῷ εἰσιν ἀπόκρυφοι· πάντες ἄρα οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἐν ταῖς καρδίαις ἡμῶν εἰσιν ἀπόκρυφοι· φανεροῦνται δὲ τῇ καρδίᾳ κατὰ τὴν ἀναλογίαν τῆς ἑκάστου διὰ τῶν ἐντολῶν καθάρσεως.

(14__338> 4.71 (οα') Οὗτός ἐστιν ὁ θησαυρὸς ὁ ἐν τῷ ἀγρῷ κεκρυμμένος τῆς καρδίας σου, ὃν οὔπω εὗρες διὰ τὴν ἀργίαν· εἰ γὰρ εὗρες, ἄρα ἂν πέπρακας πάντα καὶ ἐκτήσω τὸν ἀγρὸν τοῦτον. Νῦν δὲ τὸν ἀγρὸν ἀφεὶς τὰ περὶ τὸν ἀγρὸν περιέπεις, ἐν οἷς οὐδὲν ἄλλο εὑρίσκεται πλὴν ἀκανθῶν καὶ τριβόλων.

4.72 (οβ') ∆ιὰ τοῦτο λέγει ὁ Σωτήρ· Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται· ἐπειδὴ αὐτὸς ἐν τῇ καρδίᾳ κέκρυπται τῶν εἰς αὐτὸν πιστευόντων. Τότε δὲ ὄψονται αὐτὸν καὶ τοὺς ἐν αὐτῷ θησαυρούς, ὅτε δι᾽ ἀγάπης καὶ ἐγκρατείας ἑαυτοὺς καθαίρουσι καὶ τοσούτῳ πλέον ὅσῳ τὴν κάθαρσιν ἐπιτείνουσι.