1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

39

χρείας· ἐξ ὧν γεννᾶται ἅπας ὁ τῶν κακῶν κατάλογος. ∆εῖ οὗν, ὡς εἴρηται, προσέχειν ἀναγκαίως καὶ ταύτῃ πολεμεῖν μετὰ πολλῆς νήψεως· ταύτης γὰρ ἀναιρουμένης, συναναιροῦνται πάντες οἱ ἐξ αὐτῆς.

2.60 (ε') Τὸ τῆς φιλαυτίας πάθος τῷ μὲν μοναχῷ ἐλεεῖν ὑποτίθεται τὸ σῶμα καὶ συνελθεῖν παρὰ τὸ προσῆκον εἰς τὰ βρώματα, οἰκονομίας δῆθεν χάριν καὶ κυβερνήσεως, ἵνα κατὰ μικρὸν παρασυρόμενος εἰς τὸν βόθρον τῆς φιληδονίας ἐμπέσῃ. Τῷ δὲ κοσμικῷ 14__242 ἐντεῦθεν ἤδη πρόνοιαν αὐτῷ ποιεῖσθαι εἰς ἐπιθυμίαν ὑποβάλλει.

2.61 (ξα') Τὴν τῆς προσευχῆς ἀκροτάτην κατάστασιν ταύτην εἶναι λέγουσι· τὸ ἔξω σαρκὸς καὶ κόσμου γενέσθαι τὸν νοῦν καὶ ἄϋλον πάντη καὶ ἀνείδεον ἐν τῷ προσεύχεσθαι. Ὁ οὖν ταύτην ἀλώβητον διατηρῶν τὴν κατάστασιν, οὗτος ὄντως ἀδιαλείπτως προσεύχεται.

2.62 (ξβ') Ὥσπερ τὸ σῶμα ἀποθνῆσκον πάντων χωρίζεται τῶν τοῦ κόσμου πραγμάτων, οὕτω καὶ ὁ νοῦς ἐν τῷ ἄκρως προσεύχεσθαι ἀποθνήσκων πάντων χωρίζεται τῶν τοῦ κόσμου νοημάτων. Ἐὰν μὴ γὰρ τὸν τοιοῦτον ἀποθάνῃ θάνατον, μετὰ Θεοῦ εὑρεθῆναι καὶ ζῆσαι οὐ δύναται.

2.63 (ξγ') Μηδείς σε ἀπατήσῃ, μοναχέ, ὅτι ἔνι σε σωθῆναι ἡδονῇ καὶ κενοδοξίᾳ δουλεύοντα.

2.64 (ξδ') Ὥσπερ τὸ σῶμα διὰ τῶν πραγμάτων ἁμαρτάνει καὶ ἔχει πρὸς παιδαγωγίαν τὰς σωματικὰς ἀρετάς, ἵνα σωφρονῇ· οὕτω καὶ ὁ νοῦς διὰ τῶν ἐμπαθῶν νοημάτων καὶ ἔχει ὡσαύτως πρὸς παιδαγωγίαν τὰς ψυχικὰς ἀρετάς, ἵνα καθαρῶς καὶ ἀπαθῶς ὁρῶν τὰ πράγματα σωφρονῇ.

2.65 (ξε') Ὥσπερ τὰς ἡμέρας διαδέχονται αἱ νύκτες καὶ τὰ θέρη οἱ χειμῶνες· οὕτω κενοδοξίαν καὶ ἡδονὴν λύπαι καὶ ὀδύναι, εἴτε ἐν τῷ παρόντι εἴτε ἐν τῷ μέλλοντι.

2.66 (ξστ') Οὐκ ἔστιν ἁμαρτήσαντα ἐκφυγεῖν τὴν μέλλουσαν κρίσιν ἄνευ ἑκουσίων ἐνταῦθα πόνων ἢ ἀκουσίων ἐπιφορῶν.

14__244 2.67 (ξζ') ∆ιὰ πέντε αἰτίας φασὶ παραχωρεῖσθαι ἡμᾶς ὑπὸ τοῦ Θεοῦ πολεμεῖσθαι ὑπὸ δαιμόνων· καὶ πρώτην μὲν εἶναί φασιν, ἵνα πολεμούμενοι καὶ ἀντιπολεμοῦντες εἰς διάκρισιν τῆς ἀρετῆς καὶ τῆς κακίας ἔλθωμεν· δευτέραν δέ, ἵνα πολέμῳ καὶ πόνῳ τὴν ἀρετὴν κτώμενοι, βεβαίαν αὐτὴν καὶ ἀμετάπτωτον ἔξωμεν· τρίτην δέ, ἵνα προκόπτοντες εἰς τὴν ἀρετὴν μὴ ὑψηλοφρονῶμεν, ἀλλὰ μάθωμεν ταπεινοφρονεῖν· τετάρτην δέ, ἵνα πειραθέντες τῆς κακίας, τέλειον μῖσος αὐτὴν μισήσωμεν· πέμπτην δὲ ἐπὶ πάσαις, ἵνα ἀπαθεῖς γενόμενοι μὴ ἐπιλαθώμεθα τῆς οἰκείας ἀσθενείας μήτε τῆς τοῦ βοηθήσαντος δυνάμεως.

2.68 (ξη') Ὥσπερ τοῦ πεινῶντος ὁ νοῦς ἄρτον φαντάζεται καὶ τοῦ διψῶντος ὕδωρ, οὕτω καὶ τοῦ γαστριμάργου ποικιλίας ἐδεσμάτων· καὶ τοῦ φιληδόνου, μορφὰς γυναικῶν· καὶ τοῦ κενοδόξου, τὰς ἐξ ἀνθρώπων τιμάς· καὶ τοῦ φιλαργύρου, τὰ κέρδη· καὶ τοῦ μνησικάκου, τὴν ἄμυναν τοῦ λυπήσαντος· καὶ τοῦ φθονεροῦ, τὴν κάκωσιν τοῦ φθονουμένου, καὶ ἐπὶ τῶν ἄλλων παθῶν ὁμοίως. Ἐκ γὰρ τῶν παθῶν ὀχλούμενος ὁ νοῦς λαμβάνει τὰ ἐμπαθὴ νοήματα, καὶ ἐγρηγορότος τοῦ σώματος καὶ κατὰ τοὺς ὕπνους.

2.69 (ξθ') Ὅταν ἡ ἐπιθυμία αὔξῃ, τὰς ποιητικὰς τῶν ἡδονῶν ὕλας ἐν τοῖς ὕπνοις ὁ νοῦς φαντάζεται· ὅταν δὲ ὁ θυμός, τὰ φόβων ποιητικὰ πράγματα βλέπει. Αὔξουσι μέντοι τὰ πάθη οἱ ἀκάθαρτοι δαίμονες, συνεργὸν τὴν ἡμετέραν ἀμέλειαν λαμβάνοντες καὶ ταῦτα ἐρεθίζοντες· ἐλαττοῦσι δὲ οἱ ἅγιοι ἄγγελοι, πρὸς τὴν τῶν ἀρετῶν ἡμᾶς κινοῦντες ἐργασίαν.