1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

27

1.35 (λε') Πάθος ἐστὶ ψεκτὸν κίνησις ψυχῆς παρὰ φύσιν. 1.36 (λστ') Ἀπάθειά ἐστιν εἰρηνικὴ κατάστασις ψυχῆς, καθ᾽ ἣν δυσκίνητος

γίνεται πρὸς κακίαν. 1.37 (λζ') Ὁ τοὺς καρποὺς τῆς ἀγάπης διὰ σπουδῆς κτησάμενος, οὐ

μετατίθεται ταύτης, κἂν μυρία πάσχῃ κακά. Καὶ πειθέτω σε Στέφανος, ὁ τοῦ Χριστοῦ μαθητὴς καὶ οἱ κατ᾽ αὐτὸν καὶ αὐτὸς ὑπὲρ τῶν φονευτῶν εὐχόμενος καὶ συγγνώμην παρὰ τοῦ Πατρὸς ὡς ἀγνοοῦσιν αἰτούμενος.

1.38 (λη') Εἰ τῆς ἀγάπης ἐστὶ τὸ μακροθυμεῖν καὶ χρηστεύεσθαι, ὁ θυμομαχῶν καὶ πονηρευόμενος ἀλλότριος δηλονότι τῆς ἀγάπης καθίσταται· ὁ δὲ τῆς ἀγάπης ἀλλότριος τοῦ Θεοῦ ἐστιν ἀλλότριος, εἴπερ ὁ Θεὸς ἀγάπη ἐστί.

1.39 (λθ') Μὴ εἴπητε, φησὶν ὁ θεῖος Ἱερεμίας, ὅτι ναὸς Κυρίου ἐστί. Καὶ σὺ μὴ εἴπῃς, ὅτι ἡ ψιλὴ πίστις εἰς τὸν Κύριον ὑμῶν Ἰησοῦν Χριστὸν δύναταί με σῶσαι. Ἀμήχανον γὰρ τοῦτο, ἐὰν μὴ καὶ τὴν ἀγάπην τὴν εἰς αὐτὸν διὰ τῶν ἔργων κτήσῃ. Τὸ γὰρ ψιλῶς πιστεύειν, καὶ τὰ δαιμόνια πιστεύουσι καὶ φρίσσουσι.

1.40 (μ') Ἔργον ἀγάπης ἐστὶν ἡ εἰς τὸν πλησίον ἐκ διαθέσεως εὐεργεσία 14__184 καὶ μακροθυμία καὶ ὑπομονὴ καὶ τὸ μετὰ ὀρθοῦ λόγου χρήσασθαι πᾶσι τοῖς πράγμασι.

1.41 (μα') Ὁ ἀγαπῶν τὸν Θεὸν οὐ λυπεῖ οὐδὲ λυπεῖται πρός τινα διὰ πρόσκαιρα· μίαν δὲ λύπην καὶ λυπεῖ καὶ λυπεῖται σωτήριον, ἣν ὁ μακάριος Παῦλος καὶ ἐλυπήθη καὶ ἐλύπησε τοὺς Κορινθίους.

1.42 (μβ') Ὁ ἀγαπῶν τὸν Θεὸν ἀγγελικὸν βίον ἐπὶ τῆς γῆς ζῇ, νηστεύων καὶ ἀγρυπνῶν καὶ ψάλλων καὶ προσευχόμενος καὶ περὶ παντὸς ἀνθρώπου ἀεὶ καλὰ λογιζόμενος.

1.43 (μγ') Εἰ οὗτινός τις ἐπιθυμεῖ, τούτου καὶ τυχεῖν ἀγωνίζεται· πάντων δὲ τῶν ἀγαθῶν καὶ ἐπιθυμητῶν ἀγαθώτερον τὸ θεῖον καὶ ἐπιθυμητότερον ἀσυγκρίτως· πόσην ἄρα σπουδὴν ὀφείλομεν ἐνδείξασθαι, ἵνα τούτου τοῦ φύσει ἀγαθοῦ καὶ ἐπιθυμητοῦ τύχωμεν.

1.44 (μδ') Μὴ μολύνῃς τὴν σάρκα σου ἐν αἰσχραῖς πράξεσι καὶ μὴ μιάνῃς τὴν ψυχήν σου ἐν πονηροῖς λογισμοῖς· καὶ ἡ εἰρήνη τοῦ Θεοῦ ἐπελεύσεται ἐπί σε τὴν ἀγάπην φέρουσα.

1.45 (με') Αἴκιζε τὴν σάρκα σου ἀσιτίᾳ καὶ ἀγρυπνίᾳ καὶ σχόλασον ἀόκνως ψαλμῳδίᾳ καὶ προσευχῇ· καὶ ὁ ἁγιασμὸς τῆς σωφροσύνης ἐπελεύσεται ἐπί σε τὴν ἀγάπην φέρων.

1.46 (μστ') Ὁ τῆς θείας καταξιωθεὶς γνώσεως καὶ τὸν ταύτης φωτισμὸν διὰ τῆς ἀγάπης κτησάμενος, οὐ ῥιπισθήσεταί ποτε ὑπὸ τοῦ τῆς κενοδοξίας πνεύματος· ὁ δὲ ταύτης μήπω καταξιωθείς, εὐχερῶς ὑπ᾽ αὐτῆς περιφέρεται. Ἐὰν οὖν ὁ τοιοῦτος ἐν πᾶσι τοῖς ὑπ᾽ αὐτοῦ πραττομένοις πρὸς τὸν Θεὸν ἀποβλέψῃ, ὡς δι᾽ αὐτὸν πάντα ποιῶν, ῥᾳδίως σὺν Θεῷ ἐκφεύξεται αὐτήν.

1.47 (μζ') Ὁ μήπω τυχὼν τῆς θείας γνώσεως τῆς δι᾽ ἀγάπης ἐνεργουμένης, 14__186 μέγα φρονεῖ ἐπὶ τοῖς ὑπ᾽ αὐτοῦ κατὰ Θεὸν πραττομένοις. Ὁ δὲ ταύτης τυχεῖν καταξιωθείς, μετὰ διαθέσεως λέγει τὰ τοῦ πατριάρχου Ἀβραὰμ ῥήματα, ἅπερ ἡνίκα τῆς θείας κατηξιώθη ἐπιφανείας εἶπεν· Ἐγὼ εἰμὶ γῆ καὶ σποδός.

1.48 (μη') Ὁ φοβούμενος τὸν Κύριον, συνόμιλον ἀεὶ ἔχει τὴν ταπεινοφροσύνην καὶ διὰ τῶν ταύτης ἐνθυμημάτων εἰς τὴν θείαν ἀγάπην καὶ εὐχαριστίαν ἔρχεται. Μνημονεύει γὰρ τῆς κατὰ τὸν κόσμον προτέρας διαγωγῆς καὶ τῶν ποικίλων παραπτωμάτων καὶ τῶν ἐκ νεότητος συμβάντων αὐτῷ πειρασμῶν, καὶ πῶς πάντων ἐκείνων ἐρρύσατο αὐτὸν ὁ Κύριος καὶ μετέστησεν ἀπὸ τῆς ἐμπαθοῦς ζωῆς εἰς τὸν κατὰ Θεὸν βίον. Καὶ σὺν τῷ φόβῳ προσλαμβάνεται καὶ τὴν ἀγάπην,