1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

22

εἰς πᾶσαν οἰκοδομὴν καὶ μακροθυμίαν μετὰ χαρᾶς, εὐχαριστοῦντες τῷ Πατρί, τῷ ἱκανώσαντι ἡμᾶς εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτί».

Σαφὴς δὲ τῆς χάριτος ταύτης ἐστὶν ἀπόδειξις ἡ πρὸς τὸ συγγενὲς δι᾽ εὐνοίας ἑκούσιος συνδιάθεσις, ἧς ἔργον ἐστίν, ὡς Θεόν, οἰκειοῦσθαι κατὰ δύναμιν τὸν καθ᾽ ὁτιοῦν τῆς ἡμῶν ἐπικουρίας δεόμενον ἄνθρωπον, καὶ μὴ ἐᾷν ἀτημέλητον καὶ ἀπρονόητον, ἀλλὰ σπουδῇ τῇ πρεπούσῃ κατ᾽ ἐνέργειαν ἐνδείκνυσθαι ζῶσαν τὴν ἐν ἡμῖν πρός τε τὸν Θεὸν καὶ τὸν πλησίον διάθεσιν. Ἔργον γὰρ ἀπόδειξις διαθέσεως. Οὐδὲν γὰρ οὔτε πρὸς δικαιοσύνην οὕτω ῥᾴδιόν ἐστιν, οὔτε πρὸς θέωσινἵν᾽ οὕτως εἴπωτὴν πρὸς Θεὸν ἐγγύτητα καθέστηκεν ἐπιτήδειον, ὡς ἔλεος ἐκ ψυχῆς εἰς τοὺς δεομένους μεθ᾽ ἡδονῆς καὶ χαρᾶς προσφερόμενος. Εἰ γὰρ Θεὸν ὁ Λόγος τὸν εὗ παθεῖν δεόμενον ἔδειξεν· 14__156 "Ἐφ᾽ ὅσον γὰρ ἐποιήσατε, φησίν, ἑνὶ τούτων τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε». Θεὸς δὲ ὁ εἰπών, πολλῷ μᾶλλον τὸν εὖ ποιεῖν δυνάμενον καὶ ποιοῦντα, δείξει ἀληθῶς κατὰ χάριν καὶ μέθεξιν ὄντα Θεόν, ὡς τὴν αὐτοῦ τῆς εὐεργεσίας εὐμιμήτως ἀνειλημμένον ἐνέργειάν τε καὶ ἰδιότητα. Καὶ εἰ Θεὸς ὁ πτωχός, διὰ τὴν τοῦ δι᾽ ἡμᾶς πτωχεύσαντος Θεοῦ συγκατάβασιν, καὶ εἰς ἑαυτὸν ἑκάστου συμπαθῶς ἀναδεχομένου πάθη καὶ μέχρι τῆς συντελείας τοῦ αἰῶνος κατὰ τὴν ἀναλογίαν τοῦ ἐν ἑκάστῳ πάθους ἀεὶ δι᾽ ἀγαθότητα πάσχοντος μυστικῶς, πλέον δηλονότι κατὰ τὸν εἰκότα λόγον ἔσται Θεός, ὁ κατὰ μίμησιν τοῦ Θεοῦ διὰ φιλανθρωπίαν τὰ τῶν παθόντων πάθη δι᾽ ἑαυτοῦ θεοπρεπῶς ἐξιώμενος, καὶ τὴν αὐτὴν τῷ Θεῷ κατὰ ἀναλογίαν τῆς σωστικῆς προνοίας κατὰ διάθεσιν ἔχων δεικνύμενος δύναμιν.

Τίς οὖν ἄρα πρὸς ἀρετὴν οὕτω βραδύς ἐστι καὶ δυσκίνητος, ὥστε μὴ ἐφίεσθαι θεότητος, οὕτως εὐώνου τε καὶ εὐπορίστου καὶ ῥᾳδίας οὔσης τῆς κτήσεως; Ἀσφαλὴς δὲ τούτων ἐστὶ καὶ ἄσυλος φυλακή, καὶ εὐμαρὴς πρὸς σωτηρίαν ὁδός· ἧς, οἶμαι, χωρὶς κατ᾽ ἀλήθειαν οὐδὲν ἔσται τῶν ἀγαθῶν ἀβλαβῶς τῷ ἔχοντι συντηρούμενον· ἡ αὐτοπραγία, εἴτουν ἰδιοπραγία, δι᾽ ἧς τὰ καθ᾽ ἑαυτοὺς σκοπεῖν τε καὶ διασκέπτεσθαι μόνους μανθάνοντες τοῦ παρ᾽ ἄλλων διακενῆς βλάβην ἔχειν ἐλευθερούμεθα. Εἰ γὰρ ἑαυτοὺς μόνους ὁρᾷν τε καὶ ἐτάζειν μάθοιμεν, οὐδέποτε τοῖς τῶν ἄλλων, ὡς δ᾽ ἂν ἔχοντα τύχωσιν, ἐπιθησόμεθα· γινώσκοντες ἕνα μόνον κριτὴν σοφόν τε καὶ δίκαιον τὸν Θεόν, τὸν σοφῶς τε καὶ δικαίως πάντα τὰ γινόμενα κρίνοντα, καθ᾽ ὃν γεγένηται 14__158 λόγον, ἀλλ᾽ οὐ καθ᾽ ὃν πεφανέρωται τρόπον· ὃν ἴσως ἂν δύναιντο καὶ ἄνθρωποι κρίνειν, ἀμυδρῶς εἰς τὸ φαινόμενον βλέποντες, περὶ ὃ οὐ πάντως ἐστὶν ἡ ἀλήθεια, οὐδὲ τῶν γινομένων λόγος. Ὁ δὲ Θεὸς τὸ ἀφανές τε κίνημα τῆς ψυχῆς, καὶ τὴν ἀόρατον ὁρμήν, καὶ τὸν λόγον αὐτόν, καθ᾽ ὃν ὥρμηται ἡ ψυχή, καὶ τὸν τοῦ λόγου σκοπόν, τουτέστι τὸ παντὸς πράγματος προεπινοούμενον τέλος βλέπων, κρίνει δικαίως, ὡς ἔφην, πάντα τὰ παρὰ τῶν ἀνθρώπων πραττόμενα ὅπερ εἰ κατορθῶσαι σπουδάσομεν, καὶ ἑαυτοῖς ἑαυτοὺς περιορίσομεν τοῖς ἐκτὸς οὐκ ἐπιφυόμενοι, οὔτε ὁρᾷν, οὔτε ἀκούειν, οὔτε λαλεῖν, τὸν ὀφθαλμόν, ἢ τὸ οὖς, ἢ τὴν γλῶσσαν τὰ τῶν ἄλλων ἀφήσομεν, εἰ μὲν οἷόν τέ ἐστι, παντελῶς, εἰ δὲ μήγε, συμπαθῶς μᾶλλον, ἀλλ᾽ οὐ μὴ ἐμπαθῶς τούτοις ἐνεργεῖν, καὶ εἰς κέρδος ἡμέτερον ὁρᾷν τε καὶ ἀκούειν, καὶ λαλεῖν ἐπιτρέποντες καὶ τοσοῦτον μόνον, ὅσον τῷ ἡνιοχοῦντι ταῦτα θείῳ λόγῳ δοκεῖ. Οὐδὲν γὰρ τούτων τῶν ὀργάνων πρὸς ἁμαρτίαν ἐστὶν εὐολισθότερον, μὴ λόγῳ παιδαγωγουμένων· καὶ οὐδὲν πάλιν πρὸς σωτηρίαν αὐτῶν ἑτοιμότερον, τάσσοντος αὐτὰ τοῦ λόγου καὶ ῥυθμίζοντος καὶ ἐφ᾽ ἃ δεῖ καὶ βούλεται ἄγοντος.

Μὴ τοίνυν ἀμελήσωμεν κατὰ δύναμιν τοῦ πείθεσθαι τῷ Θεῷ, καλοῦντι ἡμᾶς εἰς ζωὴν αἰώνιον καὶ μακάριον τέλος διὰ τῆς ἐργασίας τῶν αὐτοῦ θείων τε καὶ σωτηρίων ἐντολῶν, ἵνα λάβωμεν ἔλεος, καὶ χάριν εὕρωμεν εἰς εὔκαιρον βοήθειαν·