1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

71

ὑποίσομεν τὴν ἡμέραν ἐκείνην, οὕτως ἀμελῶς διακείμενοι; Πλὴν τὸ "οὐ μοιχεύσεις, οὐ κλέψεις, οὐ φονεύσεις», καὶ τὰ ἑξῆς, τοῖς ἀρχαίοις ἐρρήθη διὰ Μωϋσέως· ὁ δὲ Κύριος, εἰδὼς ὅτι οὐκ ἀρκεῖ τῷ Χριστιανῷ ἡ τούτων μόνον τήρησις πρὸς τελείωσιν, ἔλεγεν· '"Ἀμὴν λέγω ὑμῖν', ὅτι ἐὰν μὴ περισσεύσῃ ὑμῶν ἡ δικαιοσύνη πλέον τῶν Γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθετε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν». ∆ιὰ τοῦτο ἄνω καὶ κάτω τὸν τῆς ψυχῆς ἁγιασμόν, δι᾽ ἣν καὶ τὸ σῶμα ἁγιάζεται, καὶ (14__402> τὴν πρὸς πάντας ἀνθρώπους εἰλικρινῆ ἀγάπην ἐνομοθέτησε, δι᾽ ὧν καὶ τὴν εἰς αὐτὸν ἀγάπην κτήσασθαι δυνάμεθα· καὶ ἑαυτὸν τύπον μέχρι θανάτου, καὶ τοὺς αὑτοῦ μαθητὰς ἡμῖν παρέσχεν, ὡς πολλάκις εἴρηται.

31 (λα'). Ποίαν οὖν ἀπολογίαν ἕξομεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, τοιοῦτον ὑπόδειγμα ἔχοντες, καὶ οὕτως ἀμελοῦντες; Ἡμᾶς θρηνῶν Ἱερεμίας τοὺς τοσαύτης χάριτος ἀξιωθέντας, καὶ οὕτως ἀμελῶς διακειμένους, μᾶλλον δὲ πάσης κακίας πεπληρωμένους, ἔλεγε· "Τίς δώσει τῇ κεφαλῇ μου ὕδωρ, καὶ τοῖς ὀφθαλμοῖς μου πηγὴν δακρύων, καὶ κλαύσομαι τὸν λαὸν τοῦτον ἡμέρας καὶ νυκτός;" Περὶ ἡμᾶς ἐγὼ ἀκούω καὶ τοῦ Μωϋσέως λέγοντος· "καὶ ἔφαγεν Ἰακώβ, καὶ ἐνεπλήσθη· καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος· ἐλιπάνθη, ἐπαχύνθη, ἐπλατύνθη, καὶ ἐγκατέλιπε Θεὸν τὸν ποιήσαντα αὐτόν, καὶ ἀπέστη ἀπὸ Θεοῦ σωτῆρος αὐτοῦ». Καὶ τοῦ Μιχαίου θρηνοῦντος καὶ λέγοντος· "Οἴμοι ψυχή, ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς, καὶ ὁ κατορθῶν ἐν ἀνθρώποις οὐχ ὑπάρχει. Ἕκαστος τὸν πλησίον αὐτοῦ θλίβουσιν ἐκθλιβῇ· ἐπὶ τὸ κακὸν τὰς χεῖρας αὐτῶν ἑτοιμάζουσι». Καὶ τοῦ Ψαλμῳδοῦ ὁμοίως περὶ ἡμῶν λέγοντος· "Σῶσόν με, Κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος· ὅτι ὠλιγώθησαν αἱ ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων», καὶ τὰ λοιπά.

32 (λβ'). Προφητικῶς καὶ ὁ Ἀπόστολος θρηνῶν ἡμᾶς ἔλεγεν· "οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός. Τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν· ταῖς γλώσσαις ἀυτῶν ἐδολιοῦσαν. Ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν· ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας (14__404> γέμει. Σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν, καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν· οὐκ ἔστι φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν». ∆ιὰ τοῦτο πάλιν προβλέπων τὰ μέλλοντα, περὶ τῆς νῦν ἡμῶν πονηρᾶς διαγωγῆς πρὸς τὸν Τιμόθεον γράφει· "Τοῦτο δὲ γίνωσκε, ὅτι ἐν ἐσχάταις ἡμέραις ἐνστήσονται καιροὶ χαλεποί· ἔσονται γὰρ οἱ ἄνθρωποι φίλαυτοι, φιλάργυροι, ἀλαζόνες, ὑπερήφανοι, βλάσφημοι, γονεῦσιν ἀπειθεῖς, ἀχάριστοι, ἀνόσιοι, ἄστοργοι, ἄσπονδοι, διάβολοι, ἀκρατεῖς, ἀνήμεροι, ἀφιλάγαθοι, προδόται, προπετεῖς», καὶ τὰ ἑξῆς. ∆ιὰ τοῦτο οὐαὶ ἡμῖν, ὅτι εἰς τὰ ἔσχατα τῶν κακῶν κατηντήσαμεν.

Τίς γὰρ ἐξ ἡμῶν, εἰπέ μοι, τῶν προειρημένων κακῶν ἐστιν ἀμέτοχος; Οὐχὶ ἐπὶ ἡμῶν ἐπληρώθη ἡ προφητεία; Οὐ πάντες ἐσμὲν γαστρίμαργοι; Οὐ πάντες φιλήδονοι; Οὐ πάντες ὑλομανεῖς καὶ φιλόϋλοι; Οὐ πάντες θυμώδεις; Οὐ πάντες μηνιασταί; Οὐ πάντες μνησίκακοι; Οὐ πάντες προδόται πάσης ἀρετῆς; Οὐ πάντες λοίδοροι; Οὐ πάντες ὑπερήφανοι; Οὐ πάντες κενόδοξοι; Οὐ πάντες ὑποκριταί; Οὐ πάντες δόλιοι; Οὐ πάντες φθονεροί; Οὐ πάντες ἀνυπότακτοι; Οὐ πάντες ἀκηδιασταί; Οὐ πάντες περίακτοι; Οὐ πάντες ῥᾴθυμοι; Οὐ πάντες ἀμελεῖς τῶν τοῦ Σωτῆρος ἐντολῶν; Οὐ πάντες πάσης κακίας ἀνάμεστοι; Οὐχὶ γεγόναμεν ἀντὶ ναοῦ Θεοῦ ναὸς εἰδώλων; Οὐχὶ ἀντὶ Πνεύματος ἁγίου, πνευμάτων πονηρῶν ἐσμεν καταγώγια; Οὐχὶ πεπλασμένως τὸν Θεὸν Πατέρα ἐπικαλούμεθα; Οὐχὶ ἀντὶ υἱῶν (14__406> Θεοῦ, υἱοὶ γεέννης γεγόναμεν; Οὐχὶ χείρονες τῶν Ἰουδαίων, οἱ νῦν τὸ μέγα Χριστοῦ ὄνομα περιφερόμενοι, γεγόναμεν; Καὶ μηδεὶς ἀγανακτείτω τὴν ἀλήθειαν ἀκούων, ἐπεὶ κἀκεῖνοι παράνομοι ὄντες ἔλεγον· "Ἡμεῖς ἕνα Πατέρα ἔχομεν, τὸν Θεόν»· ἀλλ᾽ ἤκουον παρὰ τοῦ Σωτῆρος, ὅτι· "Ὑμεῖς ἐκ τοῦ Πατρὸς ὑμῶν τοῦ διαβόλου ἐστέ, καὶ τὰς ἐπιθυμίας τοῦ Πατρὸς ὑμῶν θέλετε ποιεῖν».