1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

13

Ι. ΤΙΝΩΝ ΕΙΣΙ ΣΥΜΒΟΛΟΝ ΤΑ ΘΕΙΑ ΑΝΑΓΝΩΣΜΑΤΑ 14__100 Ι. Τίνων εἰσὶ σύμβολον τὰ θεῖα ἀναγνώσματα Τὰς δὲ θείας τῶν πανιέρων βίβλων ἀναγνώσεις, τὰς θείας καὶ μακαρίας τοῦ

παναγίου Θεοῦ βουλήσεις τε καὶ βουλὰς ὑπεμφαίνειν ἔλεγεν ὁ διδάσκαλος, δι᾽ ὧν τὰς ὑποθήκας τῶν πρακτέων ἀναλόγως ἕκαστος ἡμῶν κατὰ τὴν ὑποῦσαν αὐτῷ δύναμιν λαμβάνομεν, καὶ τοὺς τῶν θείων καὶ μακαρίων ἀγώνων νόμους μανθάνομεν, καθ᾽ οὓς νομίμως ἀθλοῦντες τῶν ἀξιονίκων τῆς Χριστοῦ βασιλείας ἀξιούμεθα στεφάνων.

ΙΑ. ΤΙΝΟΣ ΕΣΤΙ ΣΥΜΒΟΛΑ ΤΑ ΘΕΙΑ ΑΣΜΑΤΑ 14__102 ΙΑ. Τίνος ἐστὶ σύμβολα τὰ θεῖα ᾄσματα Τὴν δὲ πνευματικὴν τῶν θείων ᾀσμάτων τερπνότητα, τὴν ἐμφαντικὴν

δηλοῦν ἔφασκε τῶν θείων ἡδονὴν ἀγαθῶν, τὴν τὰς ψυχὰς πρὸς μὲν τὸν ἀκήρατον τοῦ Θεοῦ καὶ μακάριον ἀνακινοῦσαν ἔρωτα, πρὸς δὲ τὸ μῖσος τῆς ἁμαρτίας πλέον ἐγείρουσαν.

ΙΒ. ΤΙ ΣΗΜΑΙΝΟΥΣΙΝ ΑΙ ΤΗΣ ΕΙΡΗΝΗΣ ΠΡΟΣΦΩΝΗΣΕΙΣ 14__104 ΙΒ. Τί σημαίνουσιν αἱ τῆς εἰρήνης προσφωνήσεις ∆ιὰ δὲ τῶν γινομένων ἔνδοθεν ἐκ τοῦ ἱερατείου κελεύσει τοῦ ἀρχιερέως ἐφ᾽

ἑκάστῳ ἀναγνώσματι τῆς εἰρήνης ὑποφωνήσεων τὰς διὰ τῶν ἁγίων ἀγγέλων διακομιζομένας θείας ἀποδοχὰς δηλοῦσθαι ὁ σοφὸς διωρίζετο, δι᾽ ὧν ὁ Θεὸς ὁρίζει τῶν νομίμως ὑπὲρ τῆς ἀληθείας πρὸς τὰς ἀντικειμένας δυνάμεις ἀθλούντων τοὺς ἀγῶνας, τὰς ἀοράτους συμπλοκὰς διαλύων καὶ εἰρήνην διδοὺς ἐν τῇ καταργήσει τοῦ σώματος τῆς ἁμαρτίας καὶ τῶν ὑπὲρ ἀρετῆς πόνων τῆς ἀπαθείας τὴν χάριν τοῖς ἁγίοις ἀντιδιδούς, ἵνα τοῦ πολεμεῖν ἀφέμενοι, πρὸς γεωργίαν πνευματικήν, εἴτουν ἀρετῶν ἐργασίαν, τὰς τῆς ψυχῆς μετασκευάσωσι δυνάμεις, δι᾽ ὧν τὰ στίφη τῶν πονηρῶν πνευμάτων διέλυσαν, στρατηγοῦντος αὐτοῖς τοῦ Θεοῦ καὶ Λόγου, [τοῦ] καὶ τὰ πικρὰ τοῦ διαβόλου καὶ δύσφυκτα μηχανήματα διασκεδάζοντος.

ΙΓ. ΤΙΝΟΣ Ι∆ΙΚΩΣ ΕΠΙ ΤΟΥ ΚΑΘ᾽ ΕΚΑΣΤΟΝ ΣΥΜΒΟΛΟΝ ΕΣΤΙΝ Η ΑΝΑΓΝΩΣΙΣ

... 14__106 ΙΓ. Τίνος ἰδικῶς ἐπὶ τοῦ καθ᾽ ἕκαστον σύμβολόν ἐστιν ἡ ἀνάγνωσις τοῦ ἁγίου

Εὐαγγελίου καὶ τὰ μετ᾽ αὐτὴν μυστικά Ὅθεν εὐθὺς μετὰ ταύτας, τὴν θείαν τοῦ ἁγίου Εὐαγγελίου ἀνάγνωσιν ἡ τῆς

ἁγίας Ἐκκλησίας ἱερὰ διάταξις ἐνομοθέτησε γίγνεσθαι· ἰδικῶς μὲν τὴν ὑπὲρ τοῦ Λόγου τοῖς σπουδαίοις κακοπάθειαν εἰσηγουμένην, μεθ᾽ ἣν ὁ τῆς γνωστικῆς θεωρίας ὥσπερ ἀρχιερεὺς οὐρανόθεν ἐπιδημῶν αὐτοῖς Λόγος τῆς σαρκὸς αὐτοῖς ὥσπερ τινὰ κόσμον αἰσθητὸν συστέλλει τὸ φρόνημα.

Τοὺς ἔτι πρὸς γῆν κατανεύοντας λογισμοὺς ἀπωθούμενος καὶ πρὸς τὴν τῶν νοητῶν ἐποψίαν ἐντεῦθεν διὰ τῆς τῶν θυρῶν κλείσεως καὶ τῆς εἰσόδου τῶν ἁγίων μυστηρίων αὐτοὺς ἀγαγών, λόγων τε καὶ πραγμάτων μύσαντας ἤδη τὰς αἰσθήσεις καὶ ἔξω σαρκὸς καὶ κόσμου γεγενημένους, τὰ ἀπόρρητα διδάσκει· συναχθέντας ἤδη διὰ τοῦ ἀσπασμοῦ πρὸς ἑαυτούς τε καὶ αὐτὸν καὶ μόνην ἀντεισάγοντας αὐτῷ τῆς