1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

67

"Ἐὰν τῶν προειρημένων ἔχεις ἀεὶ τὴν μελέτην, δύνασαι μὴ ἀγνοεῖν. Ἀλλὰ καὶ ἐὰν συνιῇς ὅτι ὥσπερ σὺ πειράζῃ οὕτως καὶ ὁ ἀδελφός σου πειράζεται, καὶ τῷ μὲν πειραζομένῳ συγγινώσκεις, τῷ δὲ πειράζοντι θέλοντί σε εἰς μῖσος ἀγαγεῖν τοῦ πειραζομένου ἀντιστῇς, 'μὴ' ὑπακούων αὐτοῦ τῷ μηχανήματι. Καὶ τοῦτό ἐστιν ὃ λέγει ὁ ἀδελφόθεος Ἰάκωβος ἐν ταῖς Καθολικαῖς· "Ὑποτάγητε τῷ Θεῷ· ἀντίστητε δὲ τῷ διαβόλῳ, καὶ φεύξεται ἀφ᾽ ὑμῶν». Ἐὰν οὖν, ὡς εἴρηται, ἔχεις νηφόντως τὴν τῶν προειρημένων ἀδιαλείπτως μελέτην, δύνασαι γνῶναι τὸν σκοπὸν τοῦ Κυρίου καὶ τῶν Ἀποστόλων αὐτοῦ, (14__382> καὶ τοὺς μὲν ἀνθρώπους ἀγαπᾷν καὶ συμπάσχειν αὐτοῖς πταίουσι, τοῖς δὲ πονηροῖς δαίμοσιν ἀδιαλείπτως διὰ τῆς ἀγάπης πολεμεῖν. Εἰ δὲ ἐσμὲν χαῦνοι καὶ ἀμελεῖς καὶ ῥᾴθυμοι καὶ ταῖς σαρκικαῖς ἡδοναῖς τὸν λογισμὸν ἐμφύρομεν, οὐχὶ τοὺς δαίμονας ἀλλ᾽ ἑαυτοὺς καὶ τοὺς ἀδελφοὺς πολεμοῦμεν, τοὺς δὲ δαίμονας μᾶλλον δι᾽ αὐτῶν θεραπεύομεν, ὑπὲρ αὐτῶν τοῖς ἀνθρώποις μαχόμενοι".

18 (ιη'). Καὶ ὁ Ἀδελφὸς εἶπεν· "Οὕτως ἔχει, Πάτερ· καὶ γὰρ ἐκ τῆς ἀμελείας μου ἀεὶ λαμβάνουσιν ἀφορμὰς

κατ᾽ ἐμοῦ οἱ δαίμονες· ἀλλὰ παρακαλῶ σε, Πάτερ, εἰπεῖν μοι, πῶς ὀφείλω κτήσασθαι '[τὴν] νῆψιν'».

Καὶ ἀπεκρίθη ὁ Γέρων· "Ἡ παντελὴς τῶν γηΐνων ἀμεριμνία καὶ ἡ συνεχὴς μελέτη τῆς θείας Γραφῆς

φέρει τὴν 'ψυχὴν' εἰς φόβον Θεοῦ· καὶ ὁ Θεοῦ φόβος φέρει 'τὴν νῆψιν·' καὶ τότε ἡ 'ψυχὴ' ἄρχεται βλέπειν τοὺς διὰ τῶν λογισμῶν πολεμοῦντας αὐτὴν δαίμονας καὶ ἀμύνασθαι· περὶ ὧν ὁ ∆αβὶδ ἔλεγεν· "Καὶ ἐπεῖδεν ὁ ὀφθαλμός μου ἐν τοῖς ἐχθροῖς μου». Πρὸς ταύτην τὴν πάλην καὶ ὁ κορυφαῖος τῶν Ἀποστόλων Πέτρος διεγείρων τοὺς μαθητὰς ἔλεγε· "Νήψατε, γρηγορήσατε, ὅτι ὁ ἀντίδικος ὑμῶν διάβολος, ὡς λέων ὠρυόμενος περιπατεῖ, ζητῶν τίνα καταπίῃ· ὧ ἀντίστητε στερεοὶ τῇ πίστει»· Καὶ ὁ Κύριος δέ· "Γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν». Ὁ δὲ Ἐκκλησιαστής φησιν· "Ἐὰν πνεῦμα τοῦ ἐξουσιάζοντος ἀναβῇ ἐπὶ σέ, τόπον σου μὴ ἀφῇς». Τόπος δὲ τοῦ (14__384> νοῦ ἐστιν ἡ ἀρετή, καὶ ἡ γνῶσις καὶ ὁ φόβος τοῦ Θεοῦ. Ὁ δὲ θαυμαστὸς Ἀπόστολος σφόδρα νηφόντως καὶ γενναίως ἀγωνιζόμενος ἔλεγεν· "Ἐν σαρκὶ γὰρ περιπατοῦντες, οὐ κατὰ σάρκα στρατευόμεθα. Τὰ γὰρ ὅπλα τῆς στρατείας ἡμῶν οὐ σαρκικά, ἀλλὰ δυνατὰ τῷ Θεῷ πρὸς καθαίρεσιν ὀχυρωμάτων· λογισμοὺς καθαιροῦντες, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ· καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ· καὶ ἐν ἑτοίμῳ ἔχοντες ἐκδικῆσαι πᾶσαν παρακοήν». Ἐὰν οὖν καὶ σὺ μιμήσῃ τοὺς ἁγίους καὶ ἐμπόνως σχολάσῃς τῷ Θεῷ, ἔσῃ νηφόμενος».

19 (ιθ'). Καὶ ὁ Ἀδελφὸς εἶπε· "Καὶ τί ὤφειλέ τις ποιεῖν, Πάτερ, ἵνα ἀδιαλείπτως δυνηθῇ σχολάζειν τῷ

Θεῷ;" Καὶ ἀπεκρίθη ὁ Γέρων· "Ἀδύνατον τὸ νοῦν τελείως σχολάσαι τῷ Θεῷ, ἐὰν μὴ τὰς τρεῖς ταύτας

κτήσηται ἀρετάς· τὴν ἀγάπην λέγω, καὶ τὴν ἐγκράτειαν, καὶ τὴν προσευχήν. Ἡ μὲν γὰρ ἀγάπη ἡμεροῖ τὸν θυμόν, ἡ δὲ ἐγκράτεια μαραίνει τὴν ἐπιθυμίαν, ἡ δὲ προσευχὴ χωρίζει τὸν νοῦν πάντων τῶν νοημάτων, καὶ αὐτῷ αὐτὸν παρίστησι γυμνὸν τῷ Θεῷ. Αὗται οὖν αἱ τρεῖς ἀρεταὶ συμπεριληπτικαί εἰσιν πασῶν τῶν ἀρετῶν· καὶ ἄνευ τούτων ὁ νοῦς οὐ δύναται σχολάζειν τῷ Θεῷ».

20 (κ'). Καὶ ὁ Ἀδελφὸς εἶπε· "Παρακαλῶ σε, Πάτερ, μαθεῖν πῶς ἡ ἀγάπη ἡμεροῖ τὸν θυμόν». (14__386> Καὶ ἀπεκρίθη ὁ Γέρων·