1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

53

14__310 ΕΚΑΤΟΝΤΑΣ ΤΕΤΑΡΤΗ 4.1 (α') Πρῶτον μὲν θαυμάζει ὁ νοῦς τὴν θείαν ἐννοούμενος κατὰ πάντα

ἀπειρίαν καὶ τὸ ἀνέκβατον ἐκεῖνο καὶ πολυπόθητον πέλαγος. ∆εύτερον δὲ ἐκπλήττεται πῶς ἐκ τοῦ μηδενὸς τῆς τῶν ὄντων εἰς τὸ εἶναι παρήγαγεν ὕπαρξιν. Ἀλλ᾽ ὥσπερ τῆς μεγαλωσύνης αὐτοῦ οὐκ ἔστι πέρας, οὕτως οὐδὲ τῆς φρονήσεως αὐτοῦ ἔστιν ἐξεύρεσις.

4.2 (β') Πῶς γὰρ οὐ θαυμάζει τὸ ἄπλετον ἐκεῖνο καὶ ὑπὲρ ἔκπληξιν θεωρῶν τῆς ἀγαθότητος πέλαγος; Ἢ πῶς οὐκ ἐξίσταται ἐννοούμενος πῶς καὶ πόθεν ἥ τε λογικὰ καὶ νοερὰ γέγονεν οὐσία καὶ τὰ τέσσαρα στοιχεῖα, ἐξ ὧν τὰ σώματα, μηδεμιᾶς ὕλης τῆς τούτων προϋπαρξάσης γενέσεως; Ποία τε ἡ δύναμις ἐκείνη, ἡ εἰς ἐνέργειαν κινηθεῖσα ταῦτα εἰς τὸ εἶναι παρήγαγεν; Ἀλλὰ τοῦτο Ἑλλήνων παῖδες οὐ παραδέχονται, ἀγνοοῦντες τὴν παντοδύναμον ἀγαθότητα καὶ τὴν δραστήριον αὐτῆς καὶ ὑπὲρ νοῦν σοφίαν καὶ γνῶσιν.

4.3 (γ') Ἐξ ἀϊδίου δημιουργὸς ὑπάρχων ὁ Θεός, ὅτε βούλεται δημιουργεῖ Λόγῳ ὁμοουσίῳ καὶ Πνεύματι δι᾽ ἄπειρον ἀγαθότητα. Καὶ μὴ εἴπῃς· τίνι λόγῳ νῦν ἐδημιούργησεν, ἀεὶ ἀγαθὸς 14__312 ὑπάρχων; Ἐπεί, κἀγώ σοι λέγω, ὅτι ἡ τῆς ἀπείρου οὐσίας ἀνεξιχνίαστος σοφία τῇ ἀνθρωπίνῃ οὐχ ὑποπίπτει γνώσει.

4.4 (δ') Τὴν ἐξ ἀϊδίου ἐν ἑαυτῷ ὁ ∆ημιουργὸς τῶν ὄντων προϋπάρχουσαν γνῶσιν, ὅτε ἐβουλήθη, οὐσίωσε καὶ προυβάλετο. Ἄτοπον δέ ἐστιν ἐπὶ Θεοῦ τοῦ παντοδυνάμου διστάσαι εἰ δύναταί τι οὐσιῶσαι, ὅτε βούλεται.

4.5 (ε') ∆ι᾽ ἣν μὲν αἰτίαν ὁ Θεὸς ἐδημιούργησε ζήτει· ἔστι γὰρ γνῶσις. Τὸ δὲ πῶς καὶ διὰ τί προσφάτως μὴ ζήτει· οὐκ ἔστι γὰρ τῷ σῷ ὑποπίπτουσα νῷ, διότι τῶν θείων τὰ μὲν ληπτά, τὰ δὲ ἄληπτα τοῖς ἀνθρώποις. Θεωρία δὲ ἀχαλίνωτος κατὰ κρημνὸν ὤσειεν, ὡς ἔφη τις τῶν ἁγίων.

4.6 (στ') Τινές φασι συνυπάρχειν ἐξ ἀϊδίου τῷ Θεῷ τὰ δημιουργήματα, ὅπερ ἀμήχανον. Πῶς γὰρ τῷ πάντη ἀπείρῳ τὰ κατὰ πάντα πεπερασμένα συνυπάρχειν δύναται ἐξ ἀϊδίου; Ἢ πῶς κυρίως δημιουργήματα, εἰ συναΐδια τῷ ∆ημιουργῷ; Ἀλλ᾽ οὗτος ὁ λόγος τῶν Ἑλλήνων ἐστίν, οἵτινες οὐσίας μὲν οὐδαμῶς, ποιοτήτων δὲ μόνον δημιουργὸν τὸν Θεὸν εἰσάγουσιν. Ἡμεῖς δὲ τὸν παντοδύναμον ἐγνωκότες Θεόν, οὐ ποιοτήτων, ἀλλ᾽ οὐσιῶν πεποιωμένων δημιουργὸν αὐτὸν εἶναί φαμεν. Εἰ δὲ τοῦτο, οὐκ ἐξ ἀϊδίου συνύπαρκτα τῷ Θεῷ τὰ δημιουργήματα.

4.7 (ζ') Κατά τι μὲν γνωστὸν τὸ θεῖον καὶ τὰ θεῖα, κατά τι δὲ ἄγνωστον· καὶ γνωστὸν μέν, τοῖς περὶ αὐτὸ θεωρήμασιν· ἄγνωστον δέ, τοῖς κατ᾽ αὐτό.

4.8 (η') Μὴ ἕξεις καὶ ἐπιτηδειότητας ζητήσῃς ἐπὶ τῆς ἁπλῆς καὶ 14__314 ἀπείρου οὐσίας τῆς ἁγίας Τριάδος, ἵνα μὴ σύνθετον αὐτὴν ποιήσῃς ὥσπερ τὰ κτίσματα· ὅπερ ἄτοπον καὶ ἀθέμιτον ἐπὶ Θεοῦ ἐννοῆσαι.

4.9 (θ') Μόνη ἁπλῆ καὶ μονοειδὴς καὶ ἄποιος καὶ εἰρηναία καὶ ἀστασίαστος ἡ ἄπειρος οὐσία καὶ παντοδύναμος καὶ δημιουργικὴ τῶν ὅλων. Πᾶσα δὲ ἡ κτίσις σύνθετος ὑπάρχει ἐξ οὐσίας καὶ συμβεβηκότος καὶ ἐπιδεὴς ἀεὶ τῆς θείας προνοίας, ὡς τροπῆς οὐκ ἐλευθέρα.

4.10 (ι') Πᾶσα ἡ νοερὰ οὐσία καὶ ἡ αἰσθητικὴ ἔλαβον δυνάμεις, παρὰ Θεοῦ εἰς τὸ εἶναι παραχθεῖσαι, ἀντιληπτικὰς τῶν ὄντων· ἡ μὲν νοερὰ τὰς νοήσεις, ἡ δὲ αἰσθητικὴ τὰς αἰσθήσεις.

4.11 (ια') Ὁ μὲν Θεὸς μετέχεται μόνον, ἡ δὲ κτίσις καὶ μετέχει καὶ μεταδίδωσι· καὶ μετέχει μὲν τοῦ εἶναι καὶ τοῦ εὖ εἶναι, μεταδίδωσι δὲ τοῦ εὖ εἶναι μόνον· ἀλλ᾽ ἑτέρως μὲν ἡ σωματική, ἑτέρως δὲ ἡ ἀσώματος οὐσία.