1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

28

εὐχαριστῶν ἀεὶ μετὰ ταπεινοφροσύνης πολλῆς τῷ εὐεργέτῃ καὶ κυβερνήτῃ τῆς ζωῆς ἡμῶν.

1.49 (μθ') Μὴ ῥυπώσῃς τὸν νοῦν σου λογισμῶν ἀνεχόμενος ἐπιθυμίας καὶ θυμοῦ, ἵνα μὴ τῆς καθαρᾶς προσευχῆς ἐκπεσῶν τῷ τῆς ἀκηδίας πνεύματι περιπέσῃς.

1.50 (ν') Τὸ τηνικαῦτα ὁ νοῦς τῆς πρὸς Θεὸν παρρησίας ἐκπίπτει, ὁπηνίκα πονηροῖς ἢ ῥυπαροῖς λογισμοῖς συνόμιλος γένηται.

1.51 (να') Ὁ μὲν ἄφρων ὑπὸ τῶν παθῶν ἀγόμενος, ὅτε μὲν ὑπὸ τοῦ θυμοῦ κινούμενος ἐκταράσσεται, φεύγειν ἀλογίστως τοὺς ἀδελφοὺς ἐπείγεται· ὅτε δὲ πάλιν ὑπὸ τῆς ἐπιθυμίας ἐκθερμαίνεται, μεταμελόμενος αὖθις προστρέχων ἀπαντᾶ. Ὁ δὲ φρόνιμος ἐπ᾽ ἀμφοτέρων τοὐναντίον ποιεῖ· ἐπὶ μὲν γὰρ τοῦ θυμοῦ, τὰς αἰτίας τῆς ταραχῆς ἐκκόψας, τῆς πρὸς τοὺς ἀδελφοὺς λύπης ἑαυτὸν ἀπαλλάττει· ἐπὶ δὲ τῆς ἐπιθυμίας, τῆς ἀλόγου ὁρμῆς καὶ συντυχίας ἐγκρατεύεται.

14__188 1.52 (νβ') Ἐν τῷ καιρῷ τῶν πειρασμῶν μὴ καταλίπῃς τὸ μοναστήριόν σου, ἀλλὰ φέρε γενναίως τὰ κύματα τῶν λογισμῶν καὶ μάλιστα τῶν τῆς λύπης καὶ τῆς ἀκηδίας. Οὕτω γὰρ οἰκονομικῶς διὰ τῶν θλίψεων δοκιμασθείς, ἕξεις βεβαίαν τὴν εἰς Θεὸν ἐλπίδα. Ἐὰν δὲ καταλιμπάνῃς, ἀδόκιμος καὶ ἄνανδρος καὶ ἄστατος εὑρεθήσῃ.

1.53 (νγ') Ἐὰν θέλῃς τῆς κατὰ Θεὸν ἀγάπης μὴ ἐκπεσεῖν, μήτε τὸν ἀδελφὸν ἀφῇς κοιμηθῆναι λυπούμενον κατά σοῦ μήτε σὺ κοιμηθῇς λυπούμενος κατ᾽ αὐτοῦ· ἀλλ᾽ ὕπαγε, διαλλάγηθι τῷ ἀδελφῷ σου καὶ ἐλθῶν πρόσφερε Χριστῷ καθαρῷ τῷ συνειδότι δι᾽ ἐκτενοῦς προσευχῆς τὸ δῶρον τῆς ἀγάπης.

1.54 (νδ') Εἰ ὁ πάντα τὰ χαρίσματα τοῦ Πνεύματος ἔχων, ἀγάπην δὲ μὴ ἔχων, οὐδὲν ὠφελεῖται, κατὰ τὸν θεῖον Ἀπόστολον· πάσην ὀφείλομεν ἐνδείξασθαι σπουδήν, ἵνα ταύτην κτησώμεθα.

1.55 (νε') Εἰ ἡ ἀγάπη τῷ πλησίον κακὸν οὐκ ἐργάζεται, ὁ φθονῶν τῷ ἀδελφῷ καὶ λυπούμενος τῇ εὐδοκιμήσει αὐτοῦ καὶ σκώμμασι χραίνων τὴν ὑπόληψιν αὐτοῦ ἢ ἔν τινι κακοηθείᾳ ἐπιβουλεύων αὐτῷ, πῶς οὐκ ἀλλότριον ἑαυτὸν τῆς ἀγάπης καθίστησι καὶ ἔνοχον τῆς αἰωνίου κρίσεως;

1.56 (νστ') Εἰ πλήρωμα νόμου ἡ ἀγάπη, ὁ μνησικακῶν τῷ ἀδελφῷ καὶ δόλους κατ᾽ αὐτοῦ σκευάζων καὶ κατευχόμενος αὐτοῦ καὶ ἐπιχαίρων τῷ πτώματι αὐτοῦ, πῶς οὐ παράνομός ἐστι καὶ τῆς αἰωνίου κολάσεως ἄξιος;

1.57 (νζ') Εἰ ὁ καταλαλῶν ἀδελφοῦ καὶ κρίνων ἀδελφόν, καταλαλεῖ 14__190 νόμου καὶ κρίνει νόμον· ὁ δὲ νόμος τοῦ Χριστοῦ ἐστιν ἡ ἀγάπη· πῶς τῆς ἀγάπης τοῦ Χριστοῦ ὁ κατάλαλος οὐκ ἐκπίπτει καὶ αἴτιος ἑαυτῷ γίνεται κολάσεως αἰωνίου;

1.58 (νη') Μὴ δῷς τὴν ἀκοήν σου τῇ γλώσσῃ τοῦ καταλάλου μηδὲ τὴν γλῶσσάν σου τῇ ἀκοῇ τοῦ φιλοψόγου, ἡδέως λαλῶν ἢ ἀκούων κατὰ τοῦ πέλας, ἵνα μὴ ἐκπέσῃς τῆς θείας ἀγάπης καὶ ἀλλότριος εὑρεθῇς τῆς αἰωνίου ζωῆς.

1.59 (νθ') Μὴ καταδέχου κατὰ τοῦ Πατρός σου λοιδορίαν μηδὲ προθυμοποιήσῃς τὸν ἀτιμάζοντα αὐτόν, ἵνα μὴ ὀργισθῇ Κύριος ἐπὶ τοῖς ἔργοις σου καὶ ἐξολοθρεύσῃ σε ἐκ τῆς γῆς τῶν ζώντων.

1.60 (ξ') Ἐπιστόμιζε τὸν καταλαλοῦντα ἐν ἀκοαῖς σου, ἵνα μὴ διπλῆν ἁμαρτίαν σὺν αὐτῷ ἁμαρτάνῃς καὶ σαυτὸν ὀλεθρίῳ πάθει ἐθίζων κἀκεῖνον κατὰ τοῦ πλησίον φλυαρεῖν οὐκ ἀνακόπτων.

1.61 (ξα') Ἐγὼ δὲ λέγω ὑμῖν, φησὶν ὁ Κύριος· Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς, προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς. ∆ιὰ τί ταῦτα προσέταξεν; Ἵνα σε μίσους καὶ λύπης καὶ ὀργῆς καὶ μνησικακίας ἐλευθερώσῃ καὶ τοῦ μεγίστου κτήματος τῆς τελείας ἀγάπης καταξιώσῃ· ἣν ἀμήχανον ἔχειν τὸν