1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

76

∆ιὸ λέγει· "Λούσασθε, καθαροὶ γίνεσθε· ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν ἀπέναντι τῶν ὀφθαλμῶν μοῦ· παύσασθε τῶν πονηριῶν ὑμῶν· μάθητε καλὸν ποιεῖν, ἐκζητήσατε (14__428> κρίσιν, ῥύσασθε ἀδικούμενον, κρίνατε ὀρφανῷ καὶ δικαιώσατε χήραν. καὶ δεῦτε, καὶ διελεγχθῶμεν, λέγει Κύριος· καὶ ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ· ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡσεὶ ἔριον λευκανῶ». Καί, "Ἐὰν θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε. Τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα». Καὶ πάλιν διὰ Ἰωήλ· "Ἐπιστράφετε πρός με ἐξ ὅλης τῆς καρδίας ὑμῶν· [καὶ] ἐν νηστείᾳ καὶ ἐν κλαυθμῷ καὶ [ἐν] κοπετῷ· διαρρήξατε τὰς καρδίας ὑμῶν, καὶ οὐ τὰ ἱμάτια ὑμῶν. Ἐλεήμων γὰρ καὶ οἰκτίρμων ἐστὶ Κύριος, καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις». Πρὸς Ἰεζεκιὴλ δέ· "Υἱὲ ἀνθρώπου, εἰπὸν τῷ οἴκῳ Ἰσραήλ· "Οὕτως ἐλαλήσατε λέγοντες "Αἱ πλάναι ἡμῶν, καὶ αἱ ἀνομίαι ἡμῶν ἐφ᾽ ἡμῖν εἰσι· καὶ ἐν αὐταῖς τηκόμεθα· καὶ πῶς ζησόμεθα;" Εἰπὸν αὐτοῖς "Ζῶ ἐγώ, λέγει Κύριος, οὐ βούλομαι τὸν θάνατον τοῦ ἀσεβοῦς, ὥστε ἐπιστρέψαι αὐτὸν ἀπὸ τῆς ὁδοῦ αὐτοῦ, καὶ ζῇν αὐτόν· ἀποστροφῇ ἀποστρέψατε ἀπὸ τῆς ὁδοῦ ὑμῶν· καὶ ἵνα τί ἀποθνήσκετε, οἶκος Ἰσραήλ;"

Ἡ δὲ τρίτη τῶν Βασιλειῶν, τὴν ὑπερβολὴν τῆς τοῦ Θεοῦ χρηστότητα φανεροῦσα, οὕτω λέγει. Ἐν τῷ ἀκοῦσαι Ἀχαὰβ ὄντα αὐτὸν ἐν τῷ ἀμπελῶνι τοῦ Ναβουθαί, ὃν ἐκληρονόμησεν ἐν τῷ ἀποκτεῖναι αὐτὸν διὰ τῆς Ἰεζάβελ, τοὺς λόγους Ἠλιοῦ λέγοντος· "Τάδε λέγει Κύριος "ἐφόνευσας καὶ ἐκληρονόμησας· καὶ ἐν τῷ τόπῳ, ἐν ᾧ ἔλειξαν οἱ κύνες τὸ αἷμα Ναβουθαί, ἐκεῖ λείξουσιν οἱ κύνες τὸ αἷμά σου· καὶ τὴν Ἰεζάβελ κύνες καταφάγονται ἐν τῷ προτειχίσματι τοῦ Ἰσραήλ». Καὶ ἐν τῷ ἀκοῦσαι Ἀχαὰβ τοὺς λόγους τούτους, διέρρηξε τὰ (14__430> ἱμάτια αὐτοῦ, καὶ ἔθετο σάκκον ἐπὶ τὴν σάρκα αὐτοῦ, καὶ ἐνήστευσε, καὶ ἐκοιμήθη ἐν τῷ σάκκῳ. Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἠλιοῦ, λέγων· "Ἰδὲ ὅτι ἐνετράπη Ἀχαὰβ ἀπὸ προσώπου μου. Οὐκ ἐπάξω κακίαν ἐν ταῖς ἡμέραις αὐτοῦ».

Ὁ δὲ ∆αβίδ φησι· "Τὴν ἀνομίαν μου ἐγνώρισα, καὶ τὴν ἁμαρτίαν μου οὐκ ἐκάλυψα. Εἶπα "ἐξαγορεύσω κατ᾽ ἐμοῦ τὴν ἀνομίαν μου τῷ Κυρίῳ, καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου. Ὑπὲρ ταύτης προσεύξεται πρὸς σὲ πᾶς ὅσιος ἐν καιρῷ εὐθέτῳ· καὶ ἐν κατακλυσμῷ ὑδάτων πολλῶν πρὸς αὐτὸν οὐκ ἐγγιοῦσιν».

Ἐν δὲ τῷ Εὐαγγελίῳ ὁ Κύριος "Μετανοεῖτε», φησίν, "ἤγγισε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν». Τοῦ δὲ Πέτρου πυθομένου "ποσάκις τῆς ἡμέρας, ἐὰν ἁμάρτῃ εἰς ἐμὲ ὁ ἀδελφός μου, ἀφήσω αὐτῷ· ἕως ἑπτάκις;" ἀποκρίνεται αὐτῷ "ὁ φύσει ἀγαθὸς" καὶ ἀνείκαστος ἐν χρηστότητι· "οὐ λέγω σοι [ἕως] ἑπτάκις ἀλλ᾽ ἕως ἑβδομηκοντάκις ἑπτά». Τί ταύτης τῆς ἀγαθότητος ἰσόρροπον; Τί ταύτης τῆς φιλανθρωπίας ἐφάμιλλον;

41 (μα'). Ἐγνωκότες οὖν τὸν τοῦ Κυρίου φόβον, τήν τε χρηστότητα αὐτοῦ καὶ τὴν φιλανθρωπίαν ἔκ τε τῆς Παλαιᾶς καὶ Καινῆς ∆ιαθήκης, ἐπιστρέψωμεν ἐξ ὅλης τῆς καρδίας ἡμῶν· καὶ ἵνα τί ἀπολλύμεθα, ἀδελφοί; Καθαρίσωμεν χεῖρας, οἱ ἁμαρτωλοί· ἁγνίσωμεν τὰς καρδίας ἡμῶν, οἱ δίψυχοι· ταλαιπωρήσωμεν (14__432> καὶ πενθήσωμεν, καὶ κλαύσωμεν διὰ τὰς ἁμαρτίας ἡμῶν. Παυσώμεθα τῶν πονηριῶν ἡμῶν· πιστεύσωμεν ταῖς εὐσπλαγχνίαις τοῦ Κυρίου· φοβηθῶμεν τὰς ἀπειλὰς αὐτοῦ, φυλάξωμεν τὰς ἐντολὰς αὐτοῦ· ἀγαπήσω μεν ἀλλήλους ἐξ ὅλης καρδίας. Εἴπωμεν "ἀδελφοὶ ἡμῶν" καὶ τοῖς μισοῦσιν ἡμᾶς καὶ βδελυσσομένοις, ἵνα τὸ ὄνομα Κυρίου δοξασθῇ καὶ ὀφθῇ ἐν τῇ εὐφροσύνῃ αὐτοῦ. ∆ῶμεν συγγνώμην ἀλλήλοις, δι᾽ ἀλλήλων πειραζόμενοι, ὡς πάντες ὑπὸ κοινοῦ ἐχθροῦ πολεμούμενοι. Ἀντιστῶμεν τοῖς λογισμοῖς ἡμῶν, τὸν Θεὸν εἰς συμμαχίαν ἐπικαλούμενοι· καὶ φυγαδεύωμεν ἐξ ἡμῶν τὰ πονηρὰ καὶ ἀκάθαρτα πνεύματα. Ὑποτάξωμεν τὴν σάρκα τῷ πνεύματι, ὑπωπιάζοντες καὶ δουλαγωγοῦντες δι᾽ ἁπάσης κακοπαθείας· "Καθαρίσωμεν ἑαυτοὺς