1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

47

3.39 (λθ') Ἀγάπη καὶ ἐγκράτεια ἀπαθῆ τὸν νοῦν διατηροῦσι πρός τε τὰ πράγματα καὶ πρὸς τὰ τούτων νοήματα.

3.40 (μ') Οὐ πρὸς τὰ πράγματα ὁ νοῦς πολεμεῖ τοῦ θεοφιλοῦς οὐδὲ πρὸς τὰ τούτων νοήματα, ἀλλὰ πρὸς τὰ πάθη τὰ τοῖς νοήμασι συνεζευγμένα· οἷον οὐ πρὸς τὴν γυναῖκα πολεμεῖ οὐδὲ πρὸς τὸν λυπήσαντα οὐδὲ πρὸς τὰς τούτων φαντασίας, ἀλλὰ πρὸς τὰ πάθη τὰ ἐν ταῖς φαντασίαις συνεζευγμένα.

3.41 (μα') Ἅπας ὁ πόλεμος τοῦ μοναχοῦ πρὸς τοὺς δαίμονας, ἵνα τὰ πάθη τῶν νοημάτων χωρίσῃ· ἄλλως γὰρ ἀπαθῶς τὰ πράγματα βλέπειν οὐ δύναται.

3.42 (μβ') Ἄλλο ἐστὶ πρᾶγμα καὶ ἄλλο νόημα καὶ ἄλλο πάθος· καὶ πρᾶγμα μέν ἐστιν, οἷον ἀνήρ, γυνή, χρυσὸς καὶ τὰ ἑξῆς· νόημα δέ, οἷον μνήμη ψιλή τινος τῶν προειρημένων· πάθος δέ, οἷον φιλία ἄλογος ἢ μῖσος ἄκριτόν τινος τῶν προειρημένων. Πρὸς οὖν τὸ πάθος ἐστὶ τοῦ μοναχοῦ ἡ μάχη.

14__282 3.43 (μγ') Νόημά ἐστιν ἐμπαθὲς λογισμὸς σύνθετος ἀπὸ πάθους καὶ νοήματος. Χωρίσωμεν τὸ πάθος ἀπὸ τοῦ νοήματος καὶ ἀπομένει ὁ λογισμὸς ψιλός· χωρίζομεν δὲ δι᾽ ἀγάπης πνευματικῆς καὶ ἐγκρατείας, ἐὰν θέλωμεν.

3.44 (μδ') Αἱ μὲν ἀρεταὶ τῶν παθῶν τὸν νοῦν χωρίζουσιν· αἱ δὲ πνευματικαὶ θεωρίαι, τῶν ψιλῶν νοημάτων· ἡ δὲ καθαρὰ προσευχὴ αὐτῷ αὐτὸν παρίστησι τῷ Θεῷ.

3.45 (με') Αἱ μὲν ἀρεταί, διὰ τὴν γνῶσιν τῶν γεγονότων· ἡ δὲ γνῶσις, διὰ τὸν γινώσκοντα· ὁ δὲ γινώσκων, διὰ τὸν ἀγνώστως γινωσκόμενον καὶ ὑπὲρ γνῶσιν γινώσκοντα.

3.46 (μστ') Οὐχ ὡς προσδεόμενός τινος ὁ ὑπερπλήρης Θεὸς παρήγαγεν εἰς τὸ εἶναι τὰ γεγονότα, ἀλλ᾽ ἵνα αὐτὰ μὲν αὐτοῦ ἀναλόγως μετέχοντα ἀπολαύσῃ, αὐτὸς δὲ ἐυφρανθῇ ἐπὶ τοῖς ἔργοις αὐτοῦ, ὁρῶν αὐτὰ εὐφραινόμενα καὶ τὸν ἀκόρεστον ἀκορέστως ἀεὶ κορεννύμενα.

3.47 (μζ') Πολλοὺς ἔχει ὁ κόσμος πτωχοὺς τῷ πνεύματι, ἀλλὰ παρὰ τὸ προσῆκον· καὶ πολλοὺς πενθοῦντας, ἀλλὰ διὰ ζημίας χρημάτων ἢ ἀποβολὰς τέκνων· καὶ πολλοὺς πραεῖς, ἀλλὰ πρὸς τὰ ἀκάθαρτα πάθη· καὶ πολλοὺς πεινῶντας καὶ διψῶντας, ἀλλὰ τὸ ἁρπάζειν τὰ ἀλλότρια καὶ κερδαίνειν ἐξ ἀδικίας· καὶ πολλοὺς ἐλεήμονας, ἀλλὰ πρὸς τὸ σῶμα καὶ τὰ τοῦ σώματος· καὶ καθαροὺς τῇ καρδίᾳ, ἀλλὰ διὰ κενοδοξίαν· καὶ εἰρηνοποιούς, ἀλλὰ τὴν ψυχὴν τῇ σαρκὶ ὑποτάσσοντας· καὶ πολλοὺς δεδιωγμένους, ἀλλ᾽ ὡς ἀτάκτους· καὶ πολλοὺς ὀνειδιζομένους, ἀλλ᾽ ἐπὶ αἰσχροῖς ἁμαρτήμασιν. Ἀλλ᾽ ἐκεῖνοι μόνοι μακάριοι οἱ διὰ Χριστὸν καὶ κατὰ Χριστὸν ταῦτα καὶ ποιοῦντες καὶ πάσχοντες. ∆ιὰ τί; Ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν καὶ αὐτοὶ τὸν 14__284 Θεὸν ὄψονται, καὶ τὰ ἑξῆς. Ὥστε οὐχ ὅτι ποιοῦσι ταῦτα καὶ πάσχουσι, εἰσὶ μακάριοι· καὶ γὰρ οἱ προειρημένοι τὸ αὐτὸ ποιοῦσιν· ἀλλ᾽ ὅτι διὰ Χριστὸν καὶ κατὰ Χριστὸν ταῦτα καὶ ποιοῦσι καὶ πάσχουσι.

3.48 (μη') Ἐν πᾶσι τοῖς ὑφ᾽ ἡμῶν πραττομένοις ὁ σκοπὸς ζητεῖται παρὰ Θεῷ, ὡς πολλάκις εἴρηται, εἴτε δι᾽ αὐτὸν εἴτε δι᾽ ἄλλο τι πράττομεν. Ὅταν οὖν τι θέλωμεν πρᾶξαι ἀγαθόν, μὴ τὴν ἀνθρωπαρέσκειαν, ἀλλὰ τὸν Θεὸν σχῶμεν σκοπόν· ἵνα εἰς αὐτὸν ἀεὶ ἀποβλεπόμενοι, δι᾽ αὐτὸν πάντα πράξωμεν· ἵνα μὴ καὶ τὸν κόπον ὑπομείνωμεν καὶ τὸν μισθὸν ἀπολέσωμεν.

3.49 (μθ') Καὶ τὰ ψιλὰ τῶν ἀνθρωπίνων πραγμάτων νοήματα καὶ τὰ πάντων τῶν γεγονότων θεωρήματα ἀπόβαλε τοῦ νοὸς ἐν τῷ καιρῷ τῆς προσευχῆς, ἵνα μὴ τὰ ἥττονα φανταζόμενος τοῦ πάντων τῶν ὄντων ἀσυγκρίτως κρείττονος ἐκπέσῃς.

3.50 (ν') Ἐὰν τὸν Θεὸν γνησίως ἀγαπήσωμεν, δι᾽ αὐτῆς τῆς ἀγάπης τὰ πάθη ἀποβάλλομεν. Ἡ δὲ εἰς αὐτὸν ἀγάπη ἐστὶ τὸ προτιμᾶν αὐτὸν τοῦ κόσμου καὶ τὴν ψυχὴν τῆς σαρκός· ἐν τῷ τῶν κοσμικῶν μὲν περιφρονεῖν πραγμάτων, αὐτῷ δὲ