1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

35

2.23 (κγ') Οἱ μὲν τῶν ἀνθρώπων διὰ φόβον ἀνθρώπινον τῶν παθῶν ἀπέχονται· οἱ δέ, διὰ κενοδοξίαν· ἄλλοι δέ, δι᾽ ἐγκράτειαν· ἕτεροι δὲ διὰ θείων κριμάτων τῶν παθῶν ἐλευθεροῦνται.

2.24 (κδ') Πάντες οἱ λόγοι τοῦ Κυρίου τὰ τέσσαρα ταῦτα περιέχουσι· τὰς ἐντολάς, τὰ δόγματα, τὰς ἀπειλάς, τὰς ἐπαγγελίας. Καὶ πᾶσαν σκληραγωγίαν διὰ ταῦτα ὑπομένομεν, οἷον νηστείας, ἀγρυπνίας, χαμευνίας, κόπους καὶ μόχθους ἐν διακονίαις, ὕβρεις, ἀτιμίας, στρεβλώσεις, θανάτους καὶ τὰ ὅμοια· ∆ιὰ γὰρ τοὺς λόγους τῶν χειλέων σου, φησίν, ἐγὼ ἐφύλαξα ὁδοὺς σκληράς.

2.25 (κε') Μισθὸς τῆς ἐγκρατείας, ἡ ἀπάθεια· τῆς δὲ πίστεως, ἡ γνῶσις· καὶ ἡ μὲν ἀπάθεια τίκτει τὴν διάκρισιν· ἡ δὲ γνῶσις, τὴν εἰς Θεὸν ἀγάπην.

2.26 (κστ') Πρακτικὴν μὲν ὁ νοῦς κατορθῶν εἰς φρόνησιν προκόπτει· θεωρητικὴν δέ, εἰς γνῶσιν. Τῆς μὲν γάρ ἐστιν εἰς διάκρισιν ἀρετῆς καὶ κακίας φέρειν τὸν ἀγωνιζόμενον· τῆς δέ, εἰς τοὺς περὶ ἀσωμάτων καὶ σωμάτων λόγους ἄγειν τὸν μέτοχον. Τῆς δὲ θεολογικῆς χάριτος τοτηνικαῦτα καταξιοῦται, ὁπηνίκα τὰ προειρημένα πάντα διὰ τῶν τῆς ἀγάπης πτερῶν διαπεράσας καὶ ἐν Θεῷ γενόμενος, τὸν περὶ αὐτοῦ λόγον διὰ τοῦ Πνεύματος, ὡς ἀνθρωπίνῳ νῷ δυνατόν, διασκοπήσει.

2.27 (κζ') Θεολογεῖν μέλλων, μὴ τοὺς κατ᾽ αὐτὸν ζητήσῃς λόγους· (οὐ 14__224 μὴ γὰρ εὕρῃ ἀνθρώπινος νοῦς, ἀλλ᾽ οὐδ᾽ ἄλλου τινὸς τῶν μετὰ Θεόν), ἀλλὰ τοὺς περὶ αὐτόν, ὡς οἷόν τε, διασκόπει, οἷον τοὺς περὶ αἰδιότητος, ἀπειρίας τε καὶ ἀοριστίας, ἀγαθότητός τε καὶ σοφίας καὶ δυνάμεως δημιουργικῆς τε καὶ προνοητικῆς καὶ κριτικῆς τῶν ὄντων. Οὗτος γὰρ ἐν ἀνθρώποις μέγα θεολόγος, ὁ τούτων τοὺς λόγους κἂν ποσῶς ἐξευρίσκων.

2.28 (κη') ∆υνατὸς ἀνήρ, ὁ τῇ πράξει τὴν γνῶσιν συζεύξας· τῇ μὲν γὰρ τὴν ἐπιθυμίαν μαραίνει καὶ τὸν θυμὸν ἡμεροῖ· τῇ δὲ τὸν νοῦν πτεροῖ καὶ πρὸς Θεὸν ἐκδημεῖ.

2.29 (κθ') Ὅταν λέγῃ ὁ Κύριος· Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, τὸ ταὐτὸν τῆς οὐσίας σημαίνει. Ὅταν δὲ πάλιν λέγῃ· Ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί, τὸ ἀχώριστον δηλοῖ τῶν ὑποστάσεων. Οἱ οὖν Τριθεΐται χωρίζοντες τοῦ Πατρὸς τὸν Υἱὸν εἰς ἀμφίκρημνον ἐμπίπτουσιν. Ἢ γὰρ συναΐδιον λέγοντες τῷ Πατρὶ τὸν Υἱόν, χωρίζοντες δὲ αὐτὸν ἐξ αὐτοῦ, ἀναγκάζονται λέγειν μὴ ἐξ αὐτοῦ γεγεννῆσθαι καὶ ἐμπεσεῖν εἰς τὸ τρεῖς λέγειν θεοὺς καὶ τρεῖς ἀρχάς· ἢ ἐξ αὐτοῦ γεγεννῆσθαι λέγοντες, χωρίζοντες δέ, ἀναγκάζονται λέγειν μὴ συναΐδιον εἶναι τῷ Πατρὶ καὶ ποιῆσαι ὑπὸ χρόνον τὸν τῶν χρόνων δεσπότην. Χρὴ γὰρ καὶ τὸν ἕνα Θεὸν τηρεῖν καὶ τὰς τρεῖς ὑποστάσεις ὁμολογεῖν, κατὰ τὸν μέγαν Γρηγόριον, καὶ ἑκάστην μετὰ τῆς ἰδιότητος. Καὶ γὰρ "διαιρεῖται" μέν, ἀλλ᾽ "ἀδιαιρέτως", κατὰ τὸν αὐτόν, καὶ "συνάπτεται" μέν, "διῃρημένως" δέ. Καὶ διὰ τοῦτο παράδοξος καὶ ἡ διαίρεσις καὶ ἡ ἕνωσις· ἐπεὶ τί ἔχει τὸ παράδοξον, εἰ ὡς ἄνθρωπος ἀνθρώπῳ 14__226 ἥνωταί τε καὶ κεχώρισται, οὕτω καὶ ὁ Υἱὸς τῷ Πατρὶ καὶ οὐδὲν πλέον;

2.30 (λ') Ὁ τέλειος ἐν ἀγάπῃ καὶ εἰς ἄκρον ἀπαθείας ἐλθὼν οὐκ ἐπίσταται διαφορὰν ἰδίου καὶ ἀλλοτρίου ἢ ἰδίας καὶ ἀλλοτρίας ἢ πιστοῦ καὶ ἀπίστου ἢ δούλου καὶ ἐλευθέρου ἢ ὅλως ἄρσενος καὶ θηλείας· ἀλλ᾽ ἀνώτερος τῆς τῶν παθῶν τυραννίδος γενόμενος καὶ εἰς τὴν μίαν φύσιν τῶν ἀνθρώπων ἀποβλεπόμενος, πάντας ἐξ ἴσου θεωρεῖ καὶ πρὸς πάντας ἴσως διάκειται. Οὐκ ἔστι γὰρ ἐν αὐτῷ Ἕλλην καὶ Ἰουδαῖος οὐδὲ ἄρσεν καὶ θῆλυ οὐδὲ δοῦλος καὶ ἐλεύθερος, ἀλλὰ τὰ πάντα καὶ ἐν πᾶσι Χριστός.

2.31 (λα') Ἐκ τῶν ὑποκειμένων ἐν τῇ ψυχῇ παθῶν λαμβάνουσιν οἱ δαίμονες τὰς ἀφορμὰς τοῦ κινεῖν ἐν ἡμῖν τοὺς ἐμπαθεῖς λογισμούς· εἶτα διὰ τούτων πολεμοῦντες τὸν νοῦν, ἐκβιάζονται αὐτὸν εἰς συγκατάθεσιν ἐλθεῖν τῆς ἁμαρτίας.