1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

6

Γ. ΟΤΙ ΚΑΙ ΜΟΝΟΥ ΤΟΥ ΑΙΣΘΗΤΟΥ ΚΟΣΜΟΥ ΕΣΤΙΝ ΕΙΚΩΝ ... 14__064 Γ. Ὅτι καὶ μόνου τοῦ αἰσθητοῦ κόσμου ἐστὶν εἰκὼν ἡ ἁγία τοῦ Θεοῦ

Ἐκκλησία Καὶ αὖθις μόνου τοῦ αἰσθητοῦ κόσμου καθ᾽ ἑαυτὸν τὴν ἁγίαν τοῦ Θεοῦ

Ἐκκλησίαν εἶναι σύμβολον ἔφασκεν, ὡς οὐρανὸν μὲν τὸ θεῖον ἱερατεῖον ἔχουσαν, γῆν δὲ τὴν εὐπρέπειαν τοῦ ναοῦ κεκτημένην. Ὡσαύτως δὲ καὶ τὸν κόσμον ὑπάρχειν Ἐκκλησίαν· ἱερατείῳ μὲν ἐοικότα τὸν οὐρανὸν ἔχοντα, ναῷ δὲ τὴν κατὰ γῆν διακόσμησιν.

∆. ΠΩΣ ΤΕ ΚΑΙ ΠΟΙΩ ΤΡΟΠΩ ΣΥΜΒΟΛΙΚΩΣ ΕΙΚΟΝΙΖΕΙ ΤΟΝ ΑΝΘΡΩΠΟΝ... 14__066 ∆. Πῶς τε καὶ ποίῳ τρόπῳ συμβολικῶς εἰκονίζει τὸν ἄνθρωπον ἡ ἁγία τοῦ

Θεοῦ Ἐκκλησία, καὶ αὐτὴ ὡς ἄνθρωπος ὑπ᾽ αὐτοῦ εἰκονίζεται Καὶ πάλιν κατ᾽ ἄλλον τρόπον θεωρίας, ἄνθρωπον εἶναι τὴν ἁγίαν τοῦ Θεοῦ

Ἐκκλησίαν ἔλεγε, ψυχὴν μὲν ἔχουσαν τὸ ἱερατεῖον· καὶ νοῦν τὸ θεῖον θυσιαστήριον, καὶ σῶμα τὸν ναόν, ὡς εἰκόνα καὶ ὁμοίωσιν ὑπάρχουσαν τοῦ κατ᾽ εἰκόνα Θεοῦ καὶ ὁμοίωσιν γενομένου ἀνθρώπου, καὶ διὰ μὲν τοῦ ναοῦ, ὡς διὰ σώματος, τὴν ἠθικὴν φιλοσοφίαν προβαλλομένην, διὰ δὲ τοῦ ἱερατείου, ὡς διὰ ψυχῆς, τὴν φυσικὴν θεωρίαν πνευματικῶς ἐξηγουμένην καὶ ὡς διὰ νοὸς τοῦ θείου θυσιαστηρίου τὴν μυστικὴν θεολογίαν ἐμβαίνουσαν.

Καὶ ἔμπαλιν Ἐκκλησίαν μυστικὴν τὸν ἄνθρωπον, ὡς διὰ ναοῦ μὲν τοῦ σώματος τὸ πρακτικὸν τῆς ψυχῆς ταῖς τῶν ἐντολῶν ἐνεργείαις κατὰ τὴν ἠθικὴν φιλοσοφίαν ἐναρέτως φαιδρύνοντα· ὡς δι᾽ ἱερατείου δὲ τῆς ψυχῆς τοὺς κατ᾽ αἴσθησιν λόγους καθαρῶς ἐν Πνεύματι τῆς ὕλης περιτμηθέντας κατὰ τὴν φυσικὴν θεωρίαν διὰ λόγου τῷ Θεῷ προσκομίζοντα, καὶ ὡς διὰ θυσιαστηρίου τοῦ νοός, τὴν ἐν ἀδύτοις πολυύμνητον τῆς ἀφανοῦς καὶ ἀγνώστου μεγαλοφωνίας σιγὴν τῆς θεότητος δι᾽ ἄλλης λάλου τε καὶ πολυφθόγγου σιγῆς προσκαλούμενον, καὶ ὡς ἐφικτὸν ἀνθρώπῳ κατὰ μυστικὴν θεολογίαν αὐτῇ συγγινόμενον, καὶ τοιοῦτον γινόμενον οἷον εἰκὸς εἶναι δεῖ τὸν ἐπιδημίας ἀξιωθέντα Θεοῦ, καὶ ταῖς αὐτοῦ παμφαέσιν αἴγλαις ἐνσημανθέντα.

Ε. ΠΩΣ ΚΑΙ ΠΟΙΩ ΤΡΟΠΩ ΠΑΛΙΝ ΤΗΣ ΨΥΧΗΣ ΚΑΘ᾽ ΕΑΥΤΗΝ ΝΟΟΥ ΜΕΝΗΣ

ΕΙΚΩΝ... 14__068 Ε. Πῶς καὶ ποίῳ τρόπῳ πάλιν τῆς ψυχῆς καθ᾽ ἑαυτῆν νοου μένης εἰκών τε

καὶ τύπος ἡ ἁγία τοῦ Θεοῦ Ἐκκλησία Καὶ οὐχ ὅλου μὲν τοῦ ἀνθρώπου, τοῦ ἐκ ψυχῆς καὶ σώματος κατὰ σύνθεσίν

φημι συνεστῶτος, εἰκόνα μόνον εἶναι δύνασθαι τὴν ἁγίαν Ἐκκλησίαν ἐδίδασκεν, ἀλλὰ καὶ αὐτῆς τῆς ψυχῆς καθ᾽ ἑαυτὴν τῷ λόγῳ θεωρουμένης.

Ἐπειδὴ γὰρ ἐκ νοερᾶς καὶ ζωτικῆς δυνάμεως καθολικῶς συνίστασθαι τὴν ψυχὴν ἔφασκε· καὶ τῆς μὲν νοερᾶς ἐξουσιαστικῶς κατὰ βούλησιν κινουμένης, τῆς δὲ ζωτικῆς κατὰ φύσιν ἀπροαιρέτως, ὡς ἔχει, μενούσης. Καὶ πάλιν, τῆς μὲν νοερᾶς εἶναι τό τε θεωρητικόν, καὶ τὸ πρακτικόν· καὶ τὸ μὲν θεωρητικὸν καλεῖσθαι νοῦν ἔλεγε· τὸ δὲ πρακτικόν, λόγον· καὶ τῆς μὲν νοερᾶς δυνάμεως κινητικὸν εἶναι τὸν νοῦν, τῆς δὲ ζωτικῆς προνοητικὸν ὑπάρχειν τὸν λόγον· καὶ τὸν μὲν εἶναί τε καὶ καλεῖσθαι σοφίαν, φημὶ δὲ τὸν νοῦν, ὅταν παντάπασιν ἀτρέπτους ἑαυτοῦ