1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

66

ἐλπίσαντα, καὶ τὸν κόσμον ἐρρύσατο τῆς αὐτοῦ δυναστείας. Τοῦτον τὸν τρόπον ὁ Χριστὸς "ἐξ ἀσθενίας (14__376> ἐσταυρώθη»· δι᾽ ἧς ἀσθενείας τὸν θάνατον ἐνέκρωσε καὶ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου κατήργησε. Τοῦτον τὸν τρόπον καὶ ὁ Παῦλος ἐν ἑαυτῷ ἠσθένει καὶ ἐκαυχᾶτο "ἐν ταῖς ἀσθενείαις, ἵνα ἐπισκηνώσῃ" ἐν αὐτῷ "ἡ δύναμις τοῦ Χριστοῦ».

14 (ιδ'). Ταύτης τῆς νίκης τὸν τρόπον μαθών, ἔλεγεν Ἐφεσίοις γράφων· "Οὐκ ἔστιν ὑμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα· ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας», καὶ τὰ ἑξῆς. Τόν τε θώρακα τῆς δικαιοσύνης ἀναλαβεῖν φησι, καὶ τὴν περικεφαλαίαν ἐλπίδος, καὶ τὸν θυρεὸν τῆς πίστεως, καὶ τὴν μάχαιραν τοῦ πνεύματος, ἵνα δυνηθῶσι πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι, οἱ πρὸς τοὺς ἀοράτους ἐχθροὺς τὸν πόλεμον ἔχοντες· ἔργῳ δὲ τὸν τρόπον τῆς πάλης ἐπιδεικνύμενος ἔλεγεν· "Ἐγὼ οὖν οὕτως τρέχω, ὡς οὐκ ἀδήλως· οὕτως πυκτεύω, ὡς οὐκ ἀέρα δαίρων· ἀλλ᾽ ὑποπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, μήπως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένωμαι». Καὶ πάλιν· "Ἄχρι τῆς ἄρτι ὤρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν, καὶ κολαφιζόμεθα». Καὶ πάλιν· "Ἐν κόπῳ καὶ μόχθῳ· ἐν ἀγρυπνίαις πολλάκις, ἐν ψύχει καὶ γυμνότητι, χωρὶς τῶν παρεκτός».

15 (ιε'). Καὶ ταύτην μὲν τὴν πάλην πρὸς τοὺς [τὰς] ἡδονὰς ἐν τῇ σαρκὶ ἐνεργοῦντας ἐπάλαιε δαίμονας διὰ τῆς ἀσθενείας τοῦ ἰδίου σώματος αὐτοὺς ἐπελαύνων· πρὸς δὲ τοὺς εἰς μῖσος πολεμοῦντας καὶ διὰ τοῦτο τοὺς τῶν ἀνθρώπων ἀμελεστέρους (14__378> κατὰ τῶν εὐσεβῶν κινοῦντας, ἵνα δι᾽ αὐτῶν πειραζόμενοι αὐτοὺς μισήσωσι καὶ τὴν ἐντολὴν τῆς ἀγάπης παραβῶσι, πάλιν τὸν τρόπον τῆς νίκης ἔργοις ἡμῖν ὑποδεικνύων ἔλεγεν· "Λοιδορούμενοι, εὐλογοῦμεν· διωκόμενοι, ἀνεχόμεθα· βλασφημούμενοι, παρακαλοῦμεν· ὡσπερεὶ καθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα ἕως ἄρτι». Οἱ μὲν γὰρ δαίμονες διὰ τοῦτο λοιδορεῖν καὶ βλασφημεῖν καὶ διώκειν ὑπέβαλλον, ἵνα εἰς μῖσος τοῦ λοιδοροῦντος καὶ βλασφημοῦντος καὶ διώκοντος αὐτὸν κινήσωσι, τὸν σκοπὸν εἰς τὴν παράβασιν τῆς ἐντολῆς τῆς ἀγάπης ἔχοντες.

Ὁ δὲ Ἀπόστολος μὴ ἀγνοῶν τὰ νοήματα αὐτῶν τοὺς λοιδοροῦντας ηὐλόγει, καὶ τῶν διωκόντων ἀνείχετο, καὶ τοὺς βλασφημοῦντας παρεκάλει τῶν μὲν ταῦτα ἐνεργούντων ἀποστῆναι δαιμόνων, τῷ δὲ ἀγαθῷ οἰκειωθῆναι Θεῷ· τοὺς δὲ ταῦτα ἐνεργοῦντας δαίμονας τούτῳ τῷ τρόπῳ τῆς πάλης ἠμύνετο, ἐν τῷ ἀγαθῷ ἀεὶ νικῶν τὸ κακόν, κατὰ τὴν μίμησιν τοῦ Σωτῆρος, καὶ οὕτως ὅλον τὸν κόσμον τῶν δαιμόνων ἀποστήσαντες τῷ Θεῷ ᾠκείωσαν, αὐτός τε καὶ οἱ λοιποὶ Ἀπόστολοι, διὰ ἥττης νικήσαντες τοὺς νικᾷν ἐλπίσαντας. Ἐὰν οὖν καὶ σύ, Ἀδελφέ, τοῦτον κρατήσῃς τὸν σκοπόν, δύνασαι καὶ σὺ τοὺς μισοῦντας ἀγαπᾷν· εἰ δὲ μή γε, ἄλλως ἀμήχανον».

16 (ιστ'). Καὶ ὁ Ἀδελφὸς εἶπεν· "Ἐπ᾽ ἀληθείας, Πάτερ, οὕτως ἐστὶ καὶ οὐκ ἄλλως· καὶ διὰ (14__380> τοῦτο ὁ

Κύριος βλασφημούμενος καὶ κολαφιζόμενος καὶ τὰ ἄλλα πάσχων, ἅπερ ἔπαθεν ὑπὸ τῶν Ἰουδαίων, ἀνείχετο, ἐκείνοις μὲν συμπάσχων ὡς ἀγνοοῦσι καὶ πεπλανημένοις· διὸ καὶ ἔλεγεν ἐπὶ τοῦ σταυροῦ· "Πάτερ, ἄφες αὐτοῖς, ὅτι οὐκ οἴδασι τί ποιοῦσι»· τοῦ δὲ διαβόλου καὶ 'τῶν' ἀρχόντων αὐτοῦ θριαμβεύων τὴν πανουργίαν καὶ τὴν ἀπάτην ἐπὶ τοῦ σταυροῦ, ὑπὲρ τῆς ἐντολῆς τῆς ἀγάπης, καθὼς εἶπας, μέχρι θανάτου πρὸς αὐτοὺς ἀγωνισάμενος, καὶ τὴν κατ᾽ αὐτῶν νίκην ἡμῖν χαρισάμενος καὶ τοῦ θανάτου καταλύσας τὸ κράτος, τὴν ἀνάστασιν αὐτοῦ εἰς ζωὴν παντὶ τῷ κόσμῳ ἐδωρήσατο. Ἀλλ᾽ εὔχου ὑπὲρ ἐμοῦ, Πάτερ, ἵνα τελείως ἐξισχύσω γνῶναι τὸν σκοπὸν τοῦ Κυρίου καὶ τῶν Ἀποστόλων αὐτοῦ, καὶ δυνηθῶ νήφειν ἐν τοῖς καιροῖς τῶν πειρασμῶν, καὶ μὴ ἀγνοεῖν τὰ νοήματα τοῦ διαβόλου καὶ τῶν δαιμόνων αὐτοῦ».

17 (ιζ'). Καὶ ὁ Γέρων ἀποκριθεὶς εἶπεν·