1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

63

"Αὐτοῦ ἄκουσον λέγοντος· "Ἰδοὺ δέδωκα ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν δύναμιν τοῦ ἐχθροῦ· καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσει».

4 (δ'). Ταύτην τὴν δύναμιν καὶ τὴν ἐξουσίαν λαβὼν ὁ Παῦλος ἔλεγε· "Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ». Καὶ πάλιν· "Οὐκ ἔστι νῦν κατάκριμα τοῖς ἐν Χριστῷ Ἰησοῦ, μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα». Καὶ πάλιν· "οἱ δὲ τοῦ Χριστοῦ, τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις». Καὶ πάλιν· "Ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ τῷ κόσμῳ».

5 (ε'). Περὶ ταύτης τῆς ἐξουσίας καὶ βοηθείας προφητεύων ὁ ∆αβὶδ ἔλεγε· "Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου, ἐν σκέπῃ τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται. Ἐρεῖ τῷ Κυρίῳ· Ἀντιλήπτωρ μου εἶ καὶ καταφυγή μου, ὁ Θεός μου, καὶ ἐλπιῶ ἐπ᾽ αὐτόν». Καὶ μετ᾽ ὀλίγα· "Ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα· ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, τοῦ διαφυλάξαι σε ἐν πάσαις (14__362> ταῖς ὁδοῖς σου». Οἱ δὲ τῇ σαρκὶ προσκείμενοι καὶ τὴν ὕλην ἀγαπῶντες τοῦ κόσμου, ἄκουε ποῖα παρ᾽ αὐτοῦ ἀκούουσιν· "Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμέ, οὐκ ἔστι μου ἄξιος». Καὶ μετ᾽ ὀλίγα· "Καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος». Καί, "ὅστις οὐκ ἀποτάσσεται πᾶσι τοῖς ὑπάρχουσιν αὐτῷ, οὐ δύναταί μου εἶναι μαθητής». Ὁ οὖν θέλων γενέσθαι αὐτοῦ μαθητής, καὶ ἄξιος αὐτοῦ εὑρεθῆναι καὶ δύναμιν παρ᾽ αὐτοῦ λαβεῖν κατὰ τῶν πνευμάτων τῆς πονηρίας, χωρίζει ἑαυτὸν πάσης σαρκικῆς σχέσεως· καὶ γυμνοῖ ἑαυτὸν πάσης ὑλικῆς προσπαθείας, καὶ οὕτως πρὸς τοὺς ἀοράτους ἐχθροὺς ὑπὲρ τῶν ἐντολῶν αὐτοῦ ἀγωνίζεται ὡς, αὐτὸς ὁ Κύριος ἑαυτὸν τύπον ἡμῖν παρέσχεν, ἔν τε τῇ ἐρήμῳ ὑπὸ τοῦ ἀρχηγοῦ αὐτῶν πειραζόμενος, καὶ ἐν τῇ οἰκουμένῃ ἐλθὼν ὑπὸ 'τῶν' ὑπ᾽ αὐτοῦ ἐνεργουμένων.

6 (στ'). Καὶ ὁ Ἀδελφὸς εἶπεν· "Ἀλλὰ πολλαί εἰσι, Πάτερ, αἱ τοῦ Κυρίου ἐντολαί· καὶ τίς δύναται πάσας ἔχειν

κατὰ νοῦν, ἵνα ὑπὲρ πασῶν ἀγωνίσηται; ἐγὼ δὲ μάλιστα, ὀλιγόνους ὑπάρχων; σύντομον λόγον ἤθελον [ἂν] ἀκοῦσαι, ἵνα αὐτὸν κρατῶν δι᾽ αὐτοῦ ἐσωζόμην».

Καὶ ἀπεκρίθη ὁ Γέρων· "Εἰ καὶ πολλαί εἰσιν, Ἀδελφέ, ἀλλ᾽ ἑνὶ λόγῳ ἀνακεφαλαιοῦνται, ἐν τῷ·

"Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς ἰσχύος σου καὶ ἐξ ὅλης τῆς διανοίας σου· καὶ τὸν πλησίον σου ὡς ἑαυτόν». Καὶ ὁ ἀγωνιζόμενος τοῦτον κρατεῖν τὸν λόγον, (14__364> πάσας ὁμοῦ τὰς ἐντολὰς κατορθοῖ. Οὐ δύναται δέ τις μὴ χωρίσας ἑαυτόν, ὡς προείρηται, τῆς τῶν ὑλικῶν προσπαθείας, οὔτε τὸν Θεόν, οὔτε τὸν πλησίον ἀγαπῆσαι γνησίως· ἐπειδὴ ὁμοῦ τῇ ὕλῃ προσκεῖσθαι, καὶ τὸν Θεὸν ἀγαπῆσαι, ἀμήχανον. Καὶ τοῦτό ἐστιν ὃ λέγει ὁ Κύριος· "Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν»· Καί· "οὐδεὶς δύναται Θεῷ δουλεύειν καὶ μαμωνᾷ». Ὅσον γὰρ ὁ νοῦς ἡμῶν τῶν τοῦ κόσμου ἀντέχεται πραγμάτων, [τόσον] δεδούλωται αὐτοῖς καὶ καταφρονεῖ τὴν ἐντολὴν τοῦ Θεοῦ παραβαίνων».

7 (ζ'). Καὶ ὁ Ἀδελφὸς εἶπε· "Ποίων πραγμάτων λέγεις, Πάτερ;" Καὶ ὁ Γέρων ἀπεκρίθη· "Βρωμάτων, χρημάτων, κτημάτων, δόξης, συγγενῶν, καὶ τῶν ἑξῆς». Καὶ ὁ Ἀδελφὸς εἶπεν· "Εἰπέ, Πάτερ, οὐχὶ ὁ Θεὸς αὐτὰ ἔκτισε, καὶ τοῖς ἀνθρώποις εἰς χρῆσιν δέδωκε;

καὶ πῶς κελεύει αὐτῶν μὴ ἀντέχεσθαι;" Καὶ ἀπεκρίθη ὁ Γέρων· "∆ῆλον ὅτι ὁ Θεὸς αὐτὰ ἔκτισε, καὶ δέδωκεν εἰς χρῆσιν τοῖς ἀνθρώποις. Καὶ

καλὰ πάντα τὰ ὑπὸ τοῦ Θεοῦ γεγονότα, ἵνα καλῶς αὐτοῖς χρησάμενοι, τῷ Θεῷ