1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

4

πάσας τε καὶ ἐπὶ πᾶσι κατὰ 14__052 τὴν ἑκάστου τῶν ὄντων φύσιν θεωρουμένας ἰδικὰς σχέσεις καταργοῦσάν τε καὶ ἐπικαλύπτουσαν, οὐ τῷ φθείρειν αὐτὰς καὶ ἀναιρεῖν καὶ μὴ εἶναι ποιεῖν, ἀλλὰ τῷ νικᾷν καὶ ὑπερφαίνεσθαι, ὥσπερ ὁλότης μερῶν, ἢ καὶ αὐτῆς αἰτία τῆς ὁλότητος ἐπιφαινομένη, καθ᾽ ἣν ἥ τε ὁλότης αὐτὴ καὶ τὰ τῆς ὁλότητος μέρη φαίνεσθαί τε καὶ εἶναι πέφυκεν, ὡς ὅλην ἔχοντα τὴν αἰτίαν ἑαυτῶν ὑπερλάμπουσαν, καὶ ὥσπερ ἥλιος ὑπερφανεὶς ἀστέρων καὶ φύσιν καὶ δύναμιν, οὕτω τὴν αὐτῶν ὡς αἰτιατῶν αἰτίαν καλύπτουσαν ὕπαρξιν. Πέφυκε γὰρ ὥσπερ ἐκ τῆς ὁλότητος τὰ μέρη, οὕτω δὲ κἀκ τῆς αἰτίας τὰ αἰτιατὰ καὶ εἶναι κυρίως καὶ γνωρίζεσθαι, καὶ τὴν ἑαυτῶν σχολάζουσαν ἔχειν ἰδιότητα, ἡνίκα τῆς πρὸς τὴν αἰτίαν ἀναφορᾶς περιληφθέντα ποιωθῇ δι᾽ ὅλου· κατὰ τὴν μίαν, ὡς εἴρεται, τῆς πρὸς αὐτὴν σχέσεως δύναμιν. Πάντα γὰρ ἐν πᾶσιν ὤν, ὁ ἀπείροις μέτροις ὑπὲρ πάντα Θεός, μονώτατος τοῖς καθαροῖς τὴν διάνοιαν ὁραθήσεται· ἡνίκα ὁ νοῦς τοὺς τῶν ὄντων θεωρητικῶς ἀναλεγόμενος λόγους εἰς αὐτὸν καταλήξει τὸν Θεόν, ὡς αἰτίαν καὶ ἀρχὴν καὶ τέλος τῆς τῶν ὅλων παραγωγῆς καὶ γενέσεως καὶ πυθμένα τῆς πάντων περιοχῆς ἀδιάστατον.

Κατὰ τὸν αὐτὸν τρόπον καὶ ἡ ἁγία τοῦ Θεοῦ Ἐκκλησία τὰ αὐτὰ τῷ Θεῷ περὶ ἡμᾶς ὡς ἀρχετύπῳ εἰκὼν ἐνεργοῦσα δειχθήσεται. Πολλῶν γὰρ ὄντων καὶ ἀπείρων ἀριθμῷ σχεδὸν ἀνδρῶν τε καὶ γυναικῶν καὶ παίδων, γένει καὶ εἴδει, καὶ ἔθνεσι καὶ γλώσσαις, καὶ βίοις καὶ ἡλικίαις, καὶ γνώμαις καὶ τέχναις, καὶ 14__054 τρόποις καὶ ἤθεσι καὶ ἐπιτηδεύμασιν, ἐπιστήμαις τε αὖ καὶ ἀξιώμασι, καὶ τύχαις καὶ χαρακτῆρσι καὶ ἕξεσιν, ἀλλήλων διῃρημένων τε καὶ πλεῖστον διαφερόντων τῶν εἰς αὐτὴν γιγνομένων καὶ ὑπ᾽ αὐτῆς ἀναγεννωμένων τε καὶ ἀναδημιουργουμένων τῷ Πνεύματι, μίαν πᾶσι κατὰ τὸ ἴσον δίδωσι καὶ χαρίζεται θείαν μορφὴν καὶ προσηγορίαν, τὸ ἀπὸ Χριστοῦ καὶ εἶναι καὶ ὀνομάζεσθαι· καὶ μίαν τὴν κατὰ πίστιν ἁπλῆν τε καὶ ἀμερῆ καὶ ἀδιαίρετον σχέσιν, τὴν τὰς πολλὰς καὶ ἀμυθήτους περὶ ἕκαστον οὔσας διαφοράς, οὐδ᾽ ὅτι κἂν εἰσὶ συγχωροῦσαν γνωρίζεσθαι, διὰ τὴν τῶν πάντων εἰς αὐτὴν καθολικὴν ἀναφορὰν καὶ συνέλευσιν, καθ᾽ ἣν οὐδεὶς τὸ παράπαν οὐδὲν ἑαυτῷ τοῦ κοινοῦ διωρισμένος ἐστί, πάντων συμπεφυκότων ἀλλήλοις καὶ συνημμένων κατὰ τὴν μίαν ἁπλῆν τε καὶ ἀδιαίρετον τῆς πίστεως χάριν καὶ δύναμιν. "Ἦν γὰρ πάντων", φησίν, "ἡ καρδία καὶ ἡ ψυχὴ μία»· ὡς ἐκ διαφόρων μελῶν σῶμα ἓν καὶ εἶναι καὶ ὁρᾶσθαι καὶ αὐτοῦ Χριστοῦ τῆς ἀληθινῆς ἡμῶν κεφαλῆς ὄντως ἄξιον·

"Ἐν ᾧ", φησὶν ὁ θεῖος Ἀπόστολος, "οὐκ ἔστιν ἄρρην οὐδὲ θῆλυ, οὔτε Ἰουδαῖος οὔτε Ἕλλην, οὔτε περιτομὴ οὔτε ἀκροβυστία, οὔτε βάρβαρος οὔτε Σκύθης, οὔτε δοῦλος οὔτε ἐλεύθερος· ἀλλὰ πάντα καὶ ἐν πᾶσιν αὐτός», ὁ πάντα κατὰ μίαν ἁπλῆν τῆς ἀγαθότητος ἀπειρόσοφον δύναμιν ἑαυτῷ περικλείων, ὥσπερ κέντρον εὐθειῶν τινων ἐξημμένων αὐτοῦ, κατὰ μίαν ἁπλῆν καὶ ἑνιαίαν αἰτίαν καὶ δύναμιν τὰς ἀρχὰς τῶν ὄντων τοῖς πέρασιν οὐκ ἐῶν συναφίστασθαι, κύκλῳ περιγράφων αὐτῶν τὰς ἐκτάσεις καὶ πρὸς ἑαυτὸν ἄγων τοὺς τῶν ὄντων καὶ ὑπ᾽ αὐτοῦ γενομένων 14__056 διορισμούς· ἵνα μὴ ἀλλήλων παντάπασιν ἀλλότρια ᾖ καὶ ἐχθρὰ τὰ τοῦ ἑνὸς Θεοῦ κτίσματα καὶ ποιήματα, οὐκ ἔχοντα περὶ τί καὶ ὅποι τὸ φίλον τι καὶ εἰρηνικὸν καὶ ταὐτὸν πρὸς ἄλληλα δείξωσι, καὶ κινδυνεύσῃ αὐτοῖς καὶ αὐτὸ τὸ εἶναι εἰς τὸ μὴ ὂν μεταπεσεῖν τοῦ Θεοῦ χωριζόμενον.

Εἰκὼν μὲν οὖν ἐστι τοῦ Θεοῦ, καθὼς εἴρηται, ἡ ἁγία Ἐκκλησία, ὡς τὴν αὐτὴν τῷ Θεῷ περὶ τοὺς πιστοὺς ἐνεργοῦσα ἕνωσιν, κἂν διάφοροι τοῖς ἰδιώμασι καὶ ἐκ διαφόρων καὶ τόπων καὶ τρόπων οἱ κατ᾽ αὐτὴν διὰ τῆς πίστεως ἑνοποιούμενοι τύχωσιν ὄντες, ἣν περὶ τὰς οὐσίας τῶν ὄντων ἀσυγχύτως αὐτὸς ἐνεργεῖν πέφυκεν ὁ