1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

19

καλεῖν τὸν Θεὸν ἀξιούμεθα, τὴν ἐν χάριτι τοῦ ἁγίου Πνεύματος ἀληθεστάτην υἱοθεσίαν. ∆ιὰ δὲ τοῦ "Εἷς ἅγιος" καὶ τῶν ἑξῆς τὴν πρὸς αὐτὸν τὸν Θεὸν ἑνοποιὸν χάριν καὶ οἰκειότητα. ∆ιὰ δὲ τῆς ἁγίας μεταλήψεως τῶν ἀχράντων καὶ ζωοποιῶν μυστηρίων τὴν πρὸς αὐτὸν κατὰ μέθεξιν ἐνδεχομένην δι᾽ ὁμοιότητος κοινωνίαν τε καὶ 14__140 ταὐτότητα, δι᾽ ἧς γενέσθαι θεὸς ἐξ ἀνθρώπου καταξιοῦται ὁ ἄνθρωπος.

Ὧν γὰρ ἐνταῦθα κατὰ τὴν παροῦσαν ζωὴν διὰ τῆς ἐν πίστει χάριτος πιστεύομεν μετειληφέναι δωρεῶν τοῦ ἁγίου Πνεύματος, τούτων ἐν τῷ μέλλοντι αἰῶνι κατὰ ἀλήθειαν ἀνυποστάτως [ἐνυποστάτως] αὐτῷ τῷ πράγματι κατὰ τὴν ἄπτωτον ἐλπίδα τῆς πίστεως ἡμῶν καὶ τὴν τοῦ ἐπαγγειλομένου βεβαίαν καὶ ἀπαράβατον ὑπόσχεσιν, φυλάξαντες κατὰ δύναμιν τὰς ἐντολὰς πιστεύομεν καταλήψεσθαι, μεταβαίνοντες ἀπὸ τῆς ἐν πίστει χάριτος εἰς τὴν κατ᾽ εἶδος χάριν, μεταποιοῦντος ἡμᾶς πρὸς ἑαυτὸν δηλαδὴ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, τῇ περιαιρέσει τῶν ἐν ἡμῖν τῆς φθορᾶς γνωρισμάτων, καὶ τὰ παραδειχθέντα διὰ τῶν ἐνταῦθα αἰσθητῶν συμβόλων ἡμῖν ἀρχέτυπα χαριζομένου μυστήρια.

ΑΝΑΚΕΦΑΛΑΙΩΣΙΣ 14__142 ∆ιὰ δὲ τὸ εὐμνημόνευτον, εἰ δοκεῖ, τὴν τῶν εἰρημένων δύναμιν κατ᾽

ἐπιτομὴν ἐπιδραμόντες, οὕτω κεφαλαιώσωμεν. Ἔστι μὲν οὖν ἡ ἁγία Ἐκκλησία τύπος, ὡς εἴρηται, καὶ εἰκὼν τοῦ μὲν Θεοῦ, ὅτι δι᾽ αὐτῆς ἐργάζεται κατὰ τὴν ἄπειρον αὐτοῦ δύναμιν καὶ σοφίαν περὶ τὰς διαφόρους τῶν ὄντων οὐσίας ἀσύγχυτον ἕνωσιν, ὡς δημιουργὸς κατ᾽ ἄκρον ἑαυτῷ συνέχων καὶ κατὰ μίαν τῆς πίστεως καὶ χάριν καὶ κλῆσιν τοὺς πιστοὺς ἀλλήλοις ἑνοειδῶς συνάπτουσα, τοὺς δὲ πρακτικοὺς καὶ ἐναρέτους, κατὰ μίαν γνώμης ταὐτότητα, τοὺς δὲ θεωρητικοὺς καὶ γνωστικοὺς πρὸς τούτοις καὶ καθ᾽ ὁμόνοιαν ἀρραγῆ καὶ ἀδιαίρετον.

Τοῦ δὲ κόσμου, τοῦ τε νοητοῦ καὶ τοῦ αἰσθητοῦ τύπος ἐστίν, ὡς τοῦ [μὲν] νοητοῦ κόσμου τὸ ἱερατεῖον σύμβολον ἔχουσα, τοῦ αἰσθητοῦ δέ, τὸν ναόν.

Ἀνθρώπου δὲ πάλιν εἰκών ἐστιν, ὡς τὴν ψυχὴν διὰ τοῦ ἱερατείου μιμουμένη, τὸ δὲ σῶμα διὰ τοῦ ναοῦ προβαλλομένη. Αὐτῆς δὲ τῆς ψυχῆς καθ᾽ ἑαυτὴν νοουμένης τύπος ἐστὶ καὶ εἰκών, ὡς τοῦ [μὲν] θεωρητικοῦ διὰ τοῦ ἱερατείου φέρουσα τὸ ἐπίδοξον, τοῦ δὲ πρακτικοῦ διὰ τοῦ ναοῦ κόσμιον ἔχουσα.

Τῆς δὲ τελουμένης ἐν αὐτῇ ἁγίας συνάξεως ἡ μὲν πρώτη 14__144 εἴσοδος γενικῶς μὲν δηλοῖ τὴν πρώτην τοῦ Θεοῦ ἡμῶν παρουσίαν, ἰδικῶς δὲ τὴν δι᾽ αὐτοῦ καὶ σὺν αὐτῷ τῶν ἐξ ἀπιστίας εἰς πίστιν καὶ ἀπὸ κακίας εἰς ἀρετὴν καὶ ἀπὸ ἀγνωσίας εἰς γνῶσιν εἰσαγομένων ἐπιστροφήν.

Τὰ δὲ γινόμενα μετ᾽ αὐτὴν ἀναγνώσματα γενικῶς μὲν τὰ θεῖα θελήματά τε καὶ βουλήματα, καθ᾽ ἃ χρὴ τοὺς πάντας παιδεύεσθαί τε καὶ πολιτεύεσθαι, μηνύει· ἰδικῶς δὲ τὴν κατὰ τὴν πίστιν διδασκαλίαν καὶ προκοπὴν τῶν πιστευσάντων, καὶ τῶν πρακτικῶν τὴν κατ᾽ ἀρετὴν παγίαν διάθεσιν, καθ᾽ ἣν τῷ θείῳ νόμῳ στοιχοῦντες τῶν ἐντολῶν ἀνδρικῶς τε καὶ ἀκλονήτως ἵστανται πρὸς τὰς μεθοδείας τοῦ διαβόλου, καὶ τὰς ἀντικειμένας ἐνεργείας διαδιδράσκουσι, καὶ τῶν γνωστικῶν τὴν κατὰ θεωρίαν ἕξιν, καθ᾽ ἣν τοὺς τῶν αἰσθητῶν καὶ τῆς ἐπ᾽ αὐτοῖς προνοίας πνευματικοὺς κατὰ δύναμιν συλλεγόμενοι λόγους, ἀπλανῶς πρὸς τὴν ἀλήθειαν φέρονται.

Τὰ δὲ θεῖα τῶν ᾀσμάτων μελίσματα τὴν ἐγγινομένην ταῖς ἁπάντων ψυχαῖς θείαν ἡδονὴν καὶ τερπνότητα, καθ᾽ ἣν μυστικῶς ῥωννύμεναι τῶν μὲν παρελθόντων τῆς